JGR V 5.40
Περὶ ἐποπτῶν ἤτοι ἐξισωτῶν κηνσευόντων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νς ' τί. γ΄, οὗτινος ἐν τῷ γ ' κεφ. φησίν· Ἐν τῷ κηνσεύειν δεῖ καὶ τὰς ἡλικίας ἀπογράφεσθαι τὰς ἐν καιρῷ τῆς ἀπογραφῆς.
2
pr.Ἀνάγν. καὶ τί. ιδ΄, οὗτινος ἐν τῷ α κεφ. θέμ. ς ' φησίν· Ἐὰν ἐξισωτὴς ἢ λογοθέτης ἐῤῥᾳθύμησεν ἤγουν κατὰ χάριν ἔπραξέ τι, οὐ μόνον τῆς ἀξίας ἐκπίπτει, ἀλλὰ καὶ τετραπλάσιον το τέλος δίδωσι. τετραπλάσια δὲ παρέχει καὶ ἅπερ ἔλαβε παρά τῶν ἐπαρχεωτῶν.
3
pr.Βεβαίως ἐχέτω τὴν γῆν ὁ λαβὼν ἀπὸ τοῦ ἐξισωτοῦ, μὴ ἀπαιτούμενος λοιπάδας τοῦ προλαβόντος χρόνου. εἰ δέ τις ἐκδικεῖ αὐτὴν ὡς ὑποκειμένην ἢ ἑτέρῳ τρόπῳ κινεῖ τὸ δικαστήριον ἢ δι᾽ ἑαυτοῦ ἢ διά τινος προσώπου, καὶ λοιπὸν εἰ νικήσει, τὰς δαπάνας τῆς βελτιώσεως δώσει τῷ κατέχοντι αὐτὴν, ἐντὸς ἓξ μηνῶν κινῶν τὴν ἁρμοδίαν ἀγωγήν.
4
pr.Ἐν δὲ τῷ β΄ κεφ. Οἱ νεμόμενοι εὐθαλῆ χωρία ἀναδεχέσθωσαν καὶ τὰ ἄπορα. εἰ δὲ μὴ βούλονται, εἰξάτωσαν καὶ τῶν εὐθαλῶν, ὅπως ἂν πάντα οἰκήτορας· ἔχοιεν.
5
pr.Ἐν δὲ τῷ ις ' κεφ. Μηδεὶς τῶν κτητόρων ὑπὲρ γῆς ἐν ἑτέρᾳ ἐνορίᾳ οὔσης καταδεχέσθω.