IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.32

Περὶ αἱμομικτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. λζ΄ κεφ. ξθ΄, ἐν ᾧ φησιν· Οἱ αἱμομίκται, εἴτε γονεῖς πρὸς τέκνα εἴτε τέκνα πρὸς γονεῖς ἢ ἀδελφοὶ πρὸς ἀδελφὰς, ξίφει τιμωρείσθωσαν. οἱ δὲ κατὰ ἄλλην συγγένειαν πρὸς ἀλλήλους συμφθειρόμενοι, τουτέστι πατὴρ εἰς γυναῖκα υἱοῦ ἢ υἱὸς εἰς γυναῖκα πατρὸς ἤγουν μητρυιὰν ἢ πατρωὸς εἰς προγονὴν ἢ ἀδελφὸς εἰς γυναῖκα ἀδελφοῦ ἢ θεῖος εἰς ἀνεψιὰν ἢ ἀνεψιὸς εἰς θείαν ἢ εἰς δύο ἀδελφὰς ἢ εἰς μητέρα ξένην καὶ τὴν αὐτῆς θυγατέρα ἐν εἰδήσει μιγνύμενοι, οἱ τοιοῦτοι τυπτόμενοι ῥινοκοπείσθωσαν αὐτοί τε καὶ αἷς αὐτοὶ συνεφθάρησαν.

2

pr.Ἐν δὲ τῷ ο΄ κεφ. Οἱ δὲ πρὸς γάμον συναπτόμενοι ἢ ἄλλως σαρκικῶς συμπλεκόμενοι ἐξάδελφοι, καὶ οἱ ἐξ αὐτῶν τικτόμενοι παῖδες μόνον, ἢ καὶ πατὴρ καὶ υἱὸς πρὸς μητέρα καὶ θυγατέρα [ἢ δύο ἀδελφοὶ πρὸς δύο ἀδελφὰς ἢ δύο ἀδελφοὶ εἰς μητέρα καὶ θυγατέρα] ἢ ἀνεψιὸς πρὸς τὴν γεγενημένην τοῦ θείου γυναῖκα ἢ θεῖος εἰς τὴν γεγενημένην τοῦ ἀνεψιοῦ γυναῖκα, πρὸς τῷ χωρισμῷ καὶ τυπτέσθωσαν.