IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.33

Περὶ αἱρετικῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. α τί. α κεφ. β ' καὶ γ ' καὶ τὴ μέχρι τοῦ λή, ἐν ᾧ φησι περὶ τῶν σεβομένων τὸν οὐρανόν. καὶ κεφ. μη ' καὶ μθ΄ καὶ νὰ καὶ νβ΄ καὶ βι. ε΄ τί. γ ' κεφ. ιά, ἐν ᾧ φησι περὶ ἰουδαίων καὶ σαμαρειτῶν καὶ ἑλλήνων.

2

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. νδ κεφ. ιθ΄, ἐν ᾧ φησιν· Μηδενὶ ἐξέστω αἱρετικῷ εὐγενεῖς ἀνθρώπους ἢ δούλους ἰδίους τῆς ὀρθοδόξου πίστεως ὄντας καὶ τῶν ὀρθοδόξων μεταλαμβάνοντας· μυστηρίων εἰς τὴν οἰκείαν αἵρεσιν μεταβαπτίζειν· μηδὲ οὓς ἂν ἀγοράσωσιν ἢ καθ᾽ οἱονδήποτε τρόπον κτήσωνται μήπω τῆς αὐτῶν αἱρέσεως γενομένους, κωλυέτωσαν τῇ καθολικῇ προστρέχειν ἐκκλησίᾳ. εἰ δέ τις τοῦτο ποιήσειεν ἢ παθεῖν ἀνάσχοιτο εὐγενὴς ὢν, καὶ μὴ τὸ γενόμενον διελέγξῃ, ἐξορίᾳ καὶ δέκα λιτρῶν χρυσίου προστίμῳ καταδικασθήσεται. οὐδετέρῳ δὲ αὐτῶν ἢ διατίθεσθαι ἢ δωρεάς ποιεῖν ἔξεστιν· ἀλλὰ δίδομεν παντὶ ἄρχοντι ἐξουσίαν ταῦτα φυλάττειν, μὴ συγχωροῦντες αὐτοῖς ἢ ἐλαττοῦν ἢ παραχωρεῖν τὴν τοιαύτην τιμωρίαν. ἐὰν γὰρ ἢ ἐλαττώσωσιν ἢ παραχωρήσωσι τὴν ὡρισμένην ἐκ τῆς διατάξεως τιμωρίαν, αὐτοὶ ταύτην ὑποστήσονται, ἣν ἑτέροις ἐπαγαγεῖν οὐκ ἠβουλήθησαν.