IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Τ

JGR V 19.5

Περὶ τάφων, καὶ τί διαφέρουσιν οἱ τάφοι τῶν μνημάτων, καὶ περὶ τῆς γενομένης δαπάνης εἰς ταφὴν καὶ κηδείαν τῶν τεθνεώτων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. κγ΄, οὗτινος ἐν τῷ α καὶ β΄ κεφ. φησίν· Ὁ καταστρέφων μνημεῖον ἢ τὴν ἐπικειμένην αὐτῷ στήλην τῷ μὲν ἀκουϊλίῳ οὐκ ἐνέχεται, ἀλλὰ τῷ περὶ βίας ἢ λάθρα. καὶ ἡ στήλη γὰρ, ὥσπερ ἡ σορὸς, μέρος ἐστὶ τοῦ μνημείου. Ὁ ποιήσας δόλον εἰς τὸ χρανθῆναι μνημεῖον τῇ τὸ διπλοῦν ἀπαιτούσῃ ἀγωγῇ ἐνέχεται ἐκείνῳ, εἰς ὃν ἀνήκει τοῦτο. εἰ δὲ μηδείς ἐστιν εἰς ὃν ἀνήκει, ἢ οὐ βούλεται κινῆσαι, τῷ βουλομένῳ δίδοται ἀγωγὴ εἰς ρ΄ χρυσοῦ νομίσματα. Μνημεῖον λέγεται πᾶς ὁ ἀφωρισμένος τόπος τῇ ταφῇ. Καὶ ὁ κληρονόμος καὶ πᾶς ἕτερος παρὰ γνώμην τοῦ διαθεμένου εἰς τάφον κληρονομιαῖον εἰσάγων ἐνέχεται ταύτῃ τῇ ἀγωγῇ. δύναται γὰρ ὁ τελευτήσας καὶ τελείως καὶ τινὰς τῶν κληρονόμων εἰσαγαγεῖν κωλύσαι.

2

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐὰν οἰκέτης τάφον καταλύσῃ, εἰ μὲν παρὰ γνώμην τοῦ δεσπότου τοῦτο ποιήσει, μεταλλίζεται· εἰ δὲ κατὰ κέλευσιν ἐκείνου, ἐξορίζεται. [εἰ δὲ μάλιστα ἀπὸ τάφου λαβὼν οἰκέτης κατὰ γνώμην τοῦ δεσπότου ἔφερεν ἢ εἰς οἶκον ἢ εἰς ἀγρὸν ἢ ἐποίκιον τοῦ δεσπότου, δημευθήσεται.]

3

pr.[Ἐὰν ὁ ἄρχων μὴ σπουδάσει ἐκδικεῖν τὰ κατὰ τῶν τάφων ἁμαρτανόμενα, αὐτὸς ἀπαιτείσθω τὴν τιμωρίαν, ἥντινα· καὶ οἱ αὐτὴν δήποτε τὴν ὕλην ἀφαιροῦντες, ἤτοι κ΄ λίτρας χρυσοῦ τῷ δημοσίῳ καταβαλλέτω, εἴτε αὐτὸς ὁ τῆς ταφῆς δεσπότης καταμέμψηται εἴτε τὶς ἕτερος, εἴτε ἡ τάξις προσαγγείλῃ. τῇ αὐτῇ καὶ οἱ τὰ σώματα ψηλαφῶντες τὰ παραδεδομένα ἤδη τελείᾳ ταφῇ ἐνέχονται.]

4

pr.Οἱ ἀπὸ τῶν τάφων ὕλας ἀφαιροῦντες ὑποκείσθωσαν τῷ τῆς ἱεροσυλίας ἐγκλήματι.

5

pr.Ἀνάγν. καὶ τί. με κεφ. β΄ καὶ δ ' καὶ ἑ, ἐν οἷς φησιν, ὅτι οὐκ ἔξεστι συνθάπτειν τοῖς τεθνεῶσι χρήματα, καὶ περὶ τῶν ταῦτα ἀφαιρουμένων.

6

pr.Ἀνάγν. βι. νθ ' τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ δαπανῶν εἰς ταφὴν τῷ τελευτήσαντι δοκεῖ συναλλάσσειν, οὐ τῷ κληρονόμῳ.

7

pr.Ἐν δὲ τῷ β΄ κεφ. Τάφος ἐστὶν, ἐν ᾧ σώμα ἢ ὀστέα ἀπετέθη· οὐ πᾶς ὁ ταφῇ ἀφορισθεὶς, ἀλλ᾽ ὅσον ἐστὶ τὸ σῶμα. Μνημεῖον δέ ἐστι τὸ διὰ τὴν μνήμην φαινόμενον.

8

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Τὸν καθαρὸν τάφον καὶ τὸ κενοτάφιον ἔξεστι πιπράσκειν καὶ δωρεῖσθαι. τάφος γὰρ κυρίως οὐκ ἐστίν. Ὁ εἰσάγων νεκρὸν εἰς ἀλλότριον τόπον ἢ ἀναγκάζεται αὐτὸν ἐπᾶραι ἢ τὴν τιμὴν τοῦ τόπου δίδωσι δι᾽ ἀγωγῆς, ἢ τοῖς κληρονόμοις καὶ κατὰ κληρονόμων ἁρμόζει καὶ διηνεκής ἐστι. Κατὰ δὲ τοῦ θάψαντος ἐν ἀλλοτρίᾳ σορῷ μήπω δεξαμένῃ νεκρὸν οὐτίλιος ἁρμόζει. Ἐὰν δὲ ὁ τοῦ τόπου δεσπότης παρὰ κέλευσιν ἱερέως ἢ – Συναπτὸς ἀγωγὴ, ἐντὸς ἐνιαυτοῦ κινουμένη. κέλευσιν βασιλέως ἐκβάλῃ τὸν ἐξ ἄλλου ταφέντα ἢ τὰ τεθέντα ὀστέα, ἐνέχεται τῇ περὶ ὕβρεως ἀγωγῇ.

9

pr.Ἐν δὲ τῷ θ ' κεφ. Οἱ τάφοι εἰς ἑτέραν χρῆσιν οὐ μεταποιοῦνται.

10

pr.Ἐν δὲ τῷ ί κεφ. Δαπάνη ταφῆς ἐστιν, ἧς ἐκτὸς οὐ δυνατόν ἐστι γενέσθαι τὴν ταφήν· οἷον τὰ περὶ τὴν ἐκκομιδὴν, καὶ τὸ τίμημα τοῦ τόπου, καὶ [τὰ περὶ] τὸ ἀγαγεῖν τὸ λείψανον ἀπὸ ξένης, καὶ τὰ περὶ τὴν φυλακὴν τοῦ σώματος καὶ τὴν ἔνδυσιν καὶ σορὸν, καὶ τὸ παραθέσθαι αὐτό. οὔτε δὲ κόσμια οὔτε τὶ τοιοῦτον δεῖ συνθάπτειν· ὅπερ οἱ ἁπλούστεροι ποιοῦσιν. Ἡ ἐπὶ τῇ ταφῇ ἀγωγὴ τὰς διὰ τὴν ταφὴν ἀπαιτεῖ δαπάνας, οὐ μὴν καὶ τὰς ἄλλας. οὔτε πλέον τοῦ δαπανηθέντος ἀπαιτεῖ, οὔτε πᾶν τὸ δαπανηθὲν, εἰ ἄμετρόν ἐστιν. τὸ δίκαιον οὖν δαπάνημα σκοπεῖται ἐκ τῆς ἀξίας καὶ εὐπορίας καὶ τοῦ χρόνου καὶ τῆς αἰτίας καὶ τῆς ἀγαθῆς πίστεως. Οὔτε τοῦ διαθεμένου διατυπώσαντος ἐφεῖται δαπανᾷν ὑπὲρ τὸ μέτρον, ἀλλὰ πρὸς τὸ ποσὸν τῆς οὐσίας. Ἐὰν ἐφ᾽ ὕβρει τοῦ τελευτήσαντος πλουσίου μέτριά τις δαπανήσῃ, οὐκ ἔχει ἀπαίτησιν.

11

pr.[Ἐν δὲ τῷ λζ ' κεφ. Ὁ προδότης τῆς ἰδίας πατρίδος οὐ πενθεῖται. ἀλλὰ καὶ ἀψόγως παῖς πατέρα τοιοῦτον ἀναιρεῖ, καὶ τούμπαλιν· καὶ ἄθλων ἀξιοῦται.]

12

pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Ὁ θάπτων ἔγκυον πρὶν ἢ τὸ βρέφος δι᾽ ἀνατομῆς ἐκβληθῇ, φονεύειν δοκεῖ.

13

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἐπὶ τῶν τάφων οὐ συμβάλλεται χρονία νομὴ τῷ μὴ ἔχοντι δίκαιον.

14

pr.Ἀνάγν. καὶ τί. γ΄ καὶ δ΄, ἐν οἷς φησι περὶ τῆς γινομένης δαπάνης εἰς τὴν κηδείαν καὶ ταφὴν τῶν τελευτησάντων, καὶ περὶ τῶν, αρ΄ ἐργαστηρίων τῆς μεγάλης ἐκκλησίας τῶν ὑπὲρ τῆς τῶν τελευτώντων ὁσίας· ἐξκουσσατευομένων, καὶ περὶ τῶν λεκτικαρίων ἤτοι δεκανῶν.