JGR V 18.2
Περὶ στασιωτῶν ἤτοι τῶν στάσεις καὶ θορύβους καὶ ὀχλαγώγια ποιούντων, καὶ τῶν διεγειρόντων αὐτὰ ἢ ὑποδεχομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ ' τί. ιζ ' κεφ. γ΄, ἐν ᾧ φησιν· Ἐάν τις κατὰ δίλον ἐν θορύβῳ ζημιώσῃ, εἴσω μὲν συναπτοῦ ἐνιαυτοῦ εἰς τὸ διπλοῦν ἐνέχεται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν. Θόρυβος δὲ γίνεται ἀπὸ ι΄ ἀνθρώπων ἢ καὶ πλειόνων· ἡ γὰρ τῶν ἡττόνων μάχη, καὶ οὐ θόρυβος λέγεται. Οὐ μόνος δὲ ὁ ἐν θορύβῳ ζημιώσας ἐνέχεται, ἀλλὰ καὶ ὁ ποιήσας δόλον ἐφ᾽ ᾧ ἕτερον ζημιῶσαι· εἴτε παρῆν αὐτὸς τῷ θορύβῳ, εἴτε μή. Καὶ ὁ ἐλθὼν εἰς τὸν θόρυβον καὶ τοῦ δόλου τῆς ζημίας μετασχὼν ἐνέχεται.
2
pr.. Καὶ κεφ. δ΄, ἐν ᾧ φησιν· Ἐάν τις ἐπὶ τῷ γενέσθαι ζημίαν ὠθήσῃ τὸν δοῦλόν μου καὶ θορύβου γενομένου ἀπολέσῃ τὶ ὁ δοῦλός μου, ἐνέχεταί μοι ὁ ὠθήσας. Εἰ δὲ καὶ μὴ ἐπὶ τῷ ζημιῶσαι, ἀλλὰ δι᾽ ὕβριν τὸν ὄχλον συνήγαγεν ἐπὶ τῷ μαστιγῶσαι τὸν δοῦλον ἐπὶ αὐτῶν, ἐνέχεται τῇ παρούσῃ ἀγωγῇ ἐπὶ τῇ συμβάσῃ ζημίᾳ.
3
pr.Ἀνάγν. καὶ τί. ιη΄ κεφ. β΄, ἐν ᾧ φησι· Καὶ οἱ βουλευσάμενοι θόρυβον ἢ στάσιν ποιῆσαι, καὶ οἱ ἔχοντες ἐνόπλους ἐλευθέρους ἢ δούλους. Καὶ ὁ ἔφηβος δημοσίᾳ ξίφος ἐπιφερόμενος, καὶ οἱ ἐξ ἐφόδου ἀγροῖς ἐπιόντες καὶ ἁρπάζοντες πράγματα τῷ περὶ βίας δημοσίας νόμῳ κατέχονται.
4
pr.Ἀνάγν. καὶ τί. κα κεφ. ιε΄ ', ἐν ᾧ φησιν· Ὁ ποιήσας ὀχλαγώγιον ἢ κατὰ δόλον παρασκευάσας γενέσθαι ἐνέχεται. ἐστὶ δὲ ὀχλαγώγιον πολλῶν τινων σύνοδος, ὅτε πολλῶν τινων φωναὶ παρὰ τοὺς ἀγαθοὺς τῆς πόλεως τρόπους εἰς αὐτὸν συντρέχουσιν εἰς φθόνον καὶ ἀτιμίαν τινός. Καὶ τῷ ἀπόντι γίνεται ὀχλαγώγιον, ὁπότε τὶς ἐπέλθῃ τῷ οἴκῳ ἢ τῇ στατιῶνι ἢ τῷ ἐργαστηρίῳ. Ὀχλαγώγιον ποιεῖ οὐ μόνον ὁ κράζων, ἀλλὰ καὶ ὁ συγκαλεσάμενος ἄλλους ἢ ὑποβαλὼν ἐπὶ τὸ κράξαι.
5
pr.Ἐν δὲ τῷ κή κεφ. Ἡ ἀπὸ τοῦ ὀχλαγωγίου περὶ ὕβρεως ἀγωγὴ οὔτε κληρονόμοις οὔτε κατὰ κληρονόμων δίδοται.
6
pr.Ἀνάγν. καὶ τί. να΄ κεφ. λδ· Οἱ τὸν δῆμον ἐρεθίζοντες εἰς στάσιν ἢ θόρυβον πρὸς τὴν ἀξίαν αὐτῶν ἢ φουρκίζονται ἢ θηριομαχοῦσιν ἢ περιορίζονται.
7
pr.Ἀνάγν. καὶ τί. ξα΄, ἐν ᾧ φησι· σι· Πᾶς ὁ ὑποδεχόμενος δῆμον ἐπὶ τῷ ποιῆσαι τί κατὰ τῆς κοινῆς εὐταξίας βαρυτάτῃ ὑπόκειται τιμωρίᾳ.
8
pr.Οἱ καταβοήσαντές τινος καὶ ἐκ τούτου θόρυβον κινήσαντες μηδὲν μὲν κερδαινέτωσαν ἐξ ὧν αἰτοῦσιν, ὑποβαλλέσθωσαν δὲ ταῖς τιμωρίαις, αἷστισιν οἱ θόρυβον ἀνιστῶντες ὑποβάλλονται.