IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Σ

JGR V 18.10

Περὶ συνηγόρων, καὶ τίνες κωλύονται συνηγορεῖν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. η΄ τί. α΄ κεφ., οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τρεῖς εἰσι τάξεις τῶν μὴ δυναμένων συνηγορεῖν. οἱ μὲν γὰρ εἰς τὸ παντελὲς κωλύονται, οἱ δὲ ὑπὲρ μόνον ἑαυτῶν συνηγοροῦσιν, οἱ δὲ ὑπὲρ ἑαυτῶν καί τινων ἄλλων. Εἰς τὸ παντελὲς κωλύεται συνηγορεῖν ὁ μὴ πληρώσας τὸν ιζ΄ ἐνιαυτὸν, καὶ ὁ παντελῶς μὴ ἀκούων. οὐ μόνοις δὲ τούτοις, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς ἐξ ἑτέρας αἰτίας μὴ ἔχουσι συνηγόρους, ἢ κατὰ περιδρομὴνα ἢ φόβον τοῦ ἀντιδίκου, δίδωσιν ὁ πραίτωρ. Ὑπὲρ μόνων ἑαυτῶν συνηγοροῦσι γυνὴ καὶ τυφλός. ἡ γυνὴ γὰρ οὐ μετέρχεται ἀνδρῷον ὀφφίκιον· ὁ τυφλὸς δὲ καὶ δικάζειν δύναται. Κωλύεται ὑπὲρ ἄλλων συνηγορεῖν, καὶ ὁ ἡταιρικὼς εἰ μὴ κατὰ βίαν λῃστῶν ἢ πολεμίων πέπονθε· καὶ ὁ κεφαλικᾷ καταδικασθεὶς ἐκγλήματι. Καὶ ὁ ἑαυτὸν μισθώσας εἰς τὸ θηριομαχῆσαι, εἰ μὴ τὸ θηρίον τυχὸν λέων ἦν ἢ ἄλλο τὶ καὶ ἥμερον γέγονεν. Οὐκ ἀτιμοῦται ὁ μισθὸν λαμβάνων ἐπὶ τῷ καταπολεμῆσαι θηρίον ἔξωθεν κυνηγίου βλάπτον τὴν ἐπαρχίαν.

2

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ὁ τῷ μέλλοντι συνηγορεῖν τὰ ἀπὸ συνηγορίας· χρεωστηθησόμενα ὡς ἐπὶ δανείου χρεωστεῖν ὁμολογήσας, κεχρήσθω τῆς ἀναργυρίας παραγραφῇ, εἰ μὴ παρῆλθεν ὁ χρόνος, καὶ τὴν οἰκείαν κομιζέσθω ἀσφάλειαν.

3

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ὁ δι᾽ ἀπληστίαν τῷ οἰκείῳ συνθέμενος πρόσφυγι φανερὰν τῆς δίκης μοῖραν μετὰ τὴν νίκην λαμβάνειν, καὶ ἐπιμείνας, τοῦ συνηγορεῖν ἐκβαλλέσθω.

4

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Μὴ ἐξεῖναι τῷ δικολόγῳ ἢ λαθραίως ἢ φανερῶς ὑβρίζειν τὸν ἑαυτοῦ διάδικον. ἐὰν δὲ ὑβρίσῃ, ἀτιμοῦσθαι αὐτόν.

5

pr.Ἐν δὲ τῷ ιή κεφ. Ἀλλὰ μηδὲ σύμφωνον ἢ συνάλλαγμα περὶ [τῆς] δίκης ποιεῖσθαι ἢ περὶ τῶν μισθῶν τὸν δικολόγον μετὰ τοῦ οἰκείου πρόσφυγος.

6

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Ὁ ἄρχων ἐξ ἴσου τοὺς δικολόγους τοῖς μέρεσι διδότω, ὡς ἂν μὴ εὑρεθεῖεν εἰς ἓν μέρος οἱ ἀπαίδευτοι καὶ ἀτριβεῖς ἔτι.

7

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ὁ προδοσίας τοῦ οἰκείου κατηγορήσας συνηγόρου μετὰ ἀπόδειξιν τὰς προσφόρους αὐτῷ τιμωρίας ἐπάγει, καὶ ἐξ ἀρχῆς ἡ ὑπόθεσις κινηθήσεται. μὴ ἀποδείξας δὲ ὡς συκοφάντης ἀτιμωθήσεται, καὶ στέρξει μὴ ἐκκαλεσάμενος τὴν ἀπόφασιν.

8

pr.Ἐν δὲ τῷ μέ κεφ. Ὅσα περὶ τῶν συνηγορουμένων οἱ συνήγοροι λέγουσιν, αὐτοὶ νομιζέσθωσαν οἱ δικαζόμενοι λέγειν.

9

pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. α΄ κεφ. λέ΄, ἐν ᾧ φησι· Τὰ ὡς ἐπὶ συνηγορίᾳ δοθέντα, [εἰ] καὶ οἱ λαβόντες τοῦ μὴ πληρῶσαι τὴν πίστιν ἣν ὑπεδέξαντο τουτέστι τοῦ μὴ συνηγορῆσαι γεγόνασιν αἴτιοι, οὐκ ἀφίστανται.

10

pr.Ἀνάγν. καὶ βι. λέ τί. ιη΄ κεφ. α΄ καὶ βι. νδ΄ τί. ιδ΄ κεφ. α΄, ἐν ᾧ φησι· Τὰ συνηγορικὰ τῶν συνηγόρων δίδοται πρὸς τὸ μέτρον τῆς δίκης καὶ τῆς εὐγλωττίας, καὶ τὴν συνήθειαν τοῦ φόρου καὶ τοῦ δικαστηρίου, ὥστε μέντοι μὴ παρεξιέναι τὸ ἐπιτετραμμένον ποσόν.

11

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. κς ' κεφ. α΄, ἐν ᾧ φησιν· Ὁ συνήγορος χρηματικὴν ἢ ἐγκληματικὴν δίκην προδιδοὺς σφοδρῶς τιμωρεῖται.

12

pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. θ ' καὶ κθ '.