JGR V 18.9
Περὶ συνηθειῶν τῶν διδομένων παρὰ τῶν ἐπαρχεωτῶν τοῖς διακομίζουσι καὶ ἐμφανίζουσι τὰς ἐκ βασιλέως ἀποστελλομένας σάκρας ἤτοι ἐπαναγνωστικά, καὶ περὶ τῶν διδομένων συνηθειῶν τοῖς διακομίζουσι τὰ διατάγματα τῶν μελλόντων ἄρχειν πολιτικῆς ἢ στρατιωτικῆς ἀρχῆς.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ζ΄ τί. ς ' κεφ. ιη, ἐν ᾧ φησιν· Οἱ τὰ διατάγματα κομίζοντες τῶν μελλόντων ἄρχειν πολιτικῆς ἢ στρατιωτικῆς ἀρχῆς ιε΄ μόνους χρυσοῦς ἐκ τῆς ἐπαρχίας κομιζέσθωσαν. εἰ δὲ πλέον λάβωσι, τὸ τετραπλάσιον διδότωσαν· μὴ δυνάμενοι πρὸς ἀπολογίαν προφέρειν, ὡς παρ᾽ ἑκόντων εἰλήφασι τὸ περιττόν.
2
pr.Ἀνάγν. καὶ βι. νς ' τί. ιζ ' κεφ. ξζ΄, ἐν ᾧ φησιν· Ἡ διάταξις βούλεται, ἓξ νομίσματα μόνον παρέχεσθαι ἀφ᾽ ἑκάστης ἐπαρχίας ὑπὲρ τῶν ἐμφανιζομένων θείων ῥημάτων ἢ γενικῶν προστάξεων ἢ δημοσίων συμβολαίων ἢ ἀνδριάντων. τὸν δὲ πλέον λαβόντα τετραπλασίονα διδόναι, κωλυόντων τοῦ τε ἄρχοντος καὶ τοῦ ἐπισκόπου καὶ τῶν πρώτων τῆς πόλεως καὶ πάσης πολιτικῆς καὶ δημοσίας βοηθείας. ὁ μὲν γὰρ ἐπίσκοπος ὑπὸ ἀγανάκτησιν ἔσται βασιλικὴν, ὁ δὲ ἄρχων καὶ ἐκπεσεῖται τῆς ἀρχῆς καὶ δημευθήσεται καὶ ἐξορισθήσεται· καὶ ἡ τάξις δὲ κινδυνεύει.