JGR V 18.8
Περὶ συμφώνων καὶ συναινέσεως καὶ συναλλαγμάτων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ια τί. α΄. οὗτινος ἐν τῷ α κεφ. φησί· Σύμφωνόν ἐστι δύο ἢ τριῶν εἰς ταὐτὸν ἢ πλειόνων συνέλευσις εἰς τὸ ἀρεστὸν καὶ συναίνεσις. Τὸ δὲ τῆς συναινέσεως ὄνομα γενικόν ἐστι, φερόμενον πρὸς πᾶσαν συναίνεσιν γενομένην ἐπὶ συστάσει ἐνοχῆς καὶ διαλύσει. ὡς ἐπίπαν δὲ ἡ συναίνεσις εἰς ἰδικὸν ὄνομα μετέρχεται, ὡς εἰς ἀγορασίαν, μίσθωσιν, ἐνέχυρον, ἐπερώτησιν.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Συμφωνεί τις καὶ παρὼν καὶ ἀπὼν καὶ δι᾽ ἐπιστολῆς καὶ δι᾽ ἀγγέλου καὶ σιωπηρῶς· ὡς ὅταν ἀναδῷ τῷ χρεώστῃ μου τὸ γραμματεῖον· ἔχει γὰρ ἐπὶ τῷ χρέει παραγραφήν.
3
pr.[Ἐν δὲ τῷ ε΄ κεφ.] Τῶν συναινέσεων αἱ μὲν ἐξ αἰτίας δημοσίας γίνονται, ὡς ὅταν οἱ στρατηγοὶ πρὸς ἀλλήλους περὶ εἰρήνης συμφωνήσουσι·
4
pr.Αἱ δὲ ἐξ ἰδικοῦ νόμου εἰσί. διὸ ἔσθ᾽ ὅτε καὶ τίκτουσι καὶ ἀναιροῦσιν ἀγωγήν.
5
pr.Ἢ τοῦ ἐθνικοῦ νόμου εἰσὶν, αἵτινες ἢ ἀγωγὰς ἢ παραγραφὰς ἔχουσιν ἢ τίκτουσι. καὶ αἱ τίκτουσαι ἀγωγὰς εἰς ἰδικὸν ὄνομα μετέρχονται, ἀγορασίαν, πρᾶσιν, μίσθωσιν καὶ ἐκμίσθωσιν, κοινωνίαν, χρῆσιν, παρακαταθήκην καὶ τὰ παραπλήσια. εἰ δὲ καὶ μὴ μετέρχονται εἰς ἰδικὸν συνάλλαγμα, ὕπεστι δὲ αἰτία, τίκτεται ἐνοχή· ὡς ὅταν δώσω σοι πρᾶγμα, ἵνα μοι ἄλλο δῷς ἢ ἵνα τὶ ποιήσῃς. ὅθεν ἐὰν δώσω σοι πέτρον, ἵνα παῦλον ἐλευθερώσης, καὶ μετὰ τὸ ἐλευθερῶσαι ἐκνικηθῇ πέτρος, ἔχεις κατ᾿ ἐμοῦ τὴν πραισκρίπτις βέρβις.
6
pr.Ἐν δὲ τῷ ς ' κεφ. Τὸ ψιλὸν σύμφωνον ἀγωγὴν οὐ τίκτει, ἀλλὰ παραγραφήν. ἐν ἀρχῇ δὲ γινόμενον τυποῖ τὴν ἀγωγὴν, ὡς ἐπὶ τῶν καλῇ πίστει δικαστηρίων. εἰ δὲ μετὰ χρόνον συμφωνηθῇ τι, τῷ μὲν ἐνάγοντι οὐ συμβάλλεται, τῷ δὲ ἐναγομένῳ τίκτει παραγραφήν. ἐὰν γὰρ μετὰ τὸν γάμον συμφωνήσῃ ἡ γυνὴ παραχρῆμα καὶ μὴ τῷ ὡρισμένῳ χρόνῳ ἀναλαβεῖν τὴν προῖκα, ἢ τόκους ἐπὶ τῆς κατὰ τῶν ἐπιτρόπων ἀγωγῆς κινουμένης μείζονας δοθῆναι τῶν νομίμων, οὐκ ἔῤῥωται, ἵνα μὴ ἀπὸ ψιλοῦ συμφώνου τεχθῇ ἀγωγή. μόνα γὰρ τὰ ἐν ἀρχῇ συμφωνούμενα τυποῦσι τὰς ἀγωγάς. καὶ ἐπὶ τῆς πράσεως ὡς καὶ ἐπὶ τῶν λοιπῶν καλῇ πίστει τὸ παρὰ φύσιν τοῦ συναλλάγματος, εἰ μὴ σύγχρονόν ἐστι συμφωνούμενον, οὐ συμβάλλεται τῷ ἐνάγοντι· τῷ δὲ ἐναγομένῳ τίκτει παραγραφήν. ὅσα δὲ κατὰ φύσιν τοῦ συναλλάγματος πράγματος μὴ τυχόντος συμφωνεῖται, ταῦτα καὶ τῷ ἐνάγοντι καὶ τῷ ἐναγομένῳ ὡς ἐνόντα συμβάλλεται. ἐπί τε γὰρ τῆς πράσεως καὶ τῶν λοιπῶν καλῇ πίστει συναλλαγμάτων καὶ μετατυποῦν ἔξεστι καὶ ὑπαναχωρεῖν ἐκ συμφώνου τελείως καὶ μερικῶς. καὶ δύο κληρονόμων ὄντων τῷ ἀγοραστῇ δυνατὸν πρὸς τὸν ἕνα μερικῶς ἐκ συμφώνου λύειν τὴν πρᾶσιν.
7
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Τὰ χωρὶς δόλου σύμφωνα καὶ μὴ τοῖς νόμοις ἐναντιούμενα ἢ εἰς περιγραφὴν αὐτῶν γινόμενα ἔῤῥω ται. Τῶν συμφώνων τὰ μέν εἰσι γενικὰ τελείαν ἔχοντα συγχώρησιν· τὰ δὲ προσωπικά. κατὰ πρόληψιν δὲ γενικά εἰσι, κἂν ῥητὸν ἐντίθηται πρόσωπον. Κατὰ δόλον τὶς συμφωνεῖ, ὁσάκις ἐπὶ παραγραφῇ τινος ἄλλο τὶ πράττει καὶ ἄλλο τὶ προσποιεῖται. εἴτε κατὰ τὴν ἀρχὴν εἴτε μετὰ τὸ σύμφωνον γένηται ὁ δόλος, ἁρμόζει ἀντιπαραγραφή.
8
pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Παρὰ τὰ κοινὰ νόμιμα συμφωνεῖν οὐκ ἔξεστιν, οὐδὲ λεγατεύειν. καὶ ἐάν τις ὀμόσῃ ἐπὶ τοῖς τοιούτοις μὴ ἐνάγειν, οὐκ ἔῤῥωται. τοῦ δὲ συμφώνου παρανόμου ὄντος οὔτε ἐπερώτησις γενομένη κρατεῖ.
9
pr.Ἐν δὲ τῷ ί κεφ. Ἐὰν ὑποβληθῇ τῷ συμφώνῳ ποινή, ἐπιλογὴν ἔχει ὁ ἐπερωτήσας, ἢ τῇ ἐπερωτήσει χρήσασθαι ἢ τῇ παραγραφῇ, καὶ ποιῆσαι τῆς ποινῆς ἀποχήν. Ἐν ἀτονίᾳ τῆς τοῦ συμφώνου παραγραφῆς ἁρμόζει ἡ τοῦ δόλου ὡς ἐπίπαν· ὡς ἐπὶ φροντιστοῦ συμφωνοῦντος. τὸ γὰρ σύμφωνον αὐτοῦ ὠφελεῖ καὶ βλάπτει τὸν δεσπότην.
10
pr.Ἐπειδὴ καὶ καλῶς αὐτῷ καταβάλλεται.
11
pr.Ἐν δὲ τῷ ιη ' κεφ. Τὸ πρὸς ἐμὲ γενόμενον γενικὸν ἢ προσωπικὸν σύμφωνον ὠφελεῖ καὶ τὸν ἀγοράσαντα παρ᾿ ἐμοῦ καὶ τὸν κατὰ δωρεὰν διαδεξάμενον.
12
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Τὰ παράνομα σύμφωνα οὐκ ἔῤῥωται. ὡς ὅταν ὁ ἄνηβος χωρὶς τῆς αὐθεντίας τοῦ ἐπιτρόπου συγχωρῇ χρέος· οὔτε γὰρ αὐτῷ χωρὶς τοῦ ἐπιτρόπου καλῶς καταβάλλεται· κρείττονα δὲ τὴν οἰκείαν αἵρεσιν καὶ χωρὶς τοῦ ἐπιτρόπου ποιεῖ. Ὁ υἱὸς ἢ δοῦλος ἀνισχύρως συμφωνεῖ μὴ ἀπαιτῆσαι. εἰ δὲ γενικῶς συμφωνήσει μὴ ἀπαιτηθῆναι τὸ χρέος, κἂν ἐκ τοῦ πεκουλίου ἦν καὶ εἶχεν ἐλευθέραν τὴν τοῦ πεκουλίου διοίκησιν, οὐκ ἔῤῥωται, εἰ μὴ ἧττον ' ἢ πλέον τοῦ χρέους ἔλαβεν ὑπὲρ τοῦ συμφωνῆσαι. οὔτε γὰρ δωρεῖσθαι συγκεχώρηται ὁ ἔχων ἐλευθέραν τοῦ πεκουλίου διοίκησιν.
13
pr.Ἐν δὲ τῷ κέ κεφ. Ὑπεναντίον τοῦ δόγματος τῶν ἀγορασιῶν συμφωνεῖν καὶ ἐν τῷ ἀγοράζειν καὶ μετὰ ταῦτα δυνάμεθα.
14
pr.Ἐν δὲ τῷ λ΄ κεφ. Διὰ ἰδικοῦ συμφώνου τὸ κοινὸν νόμιμον οὐκ ἐναλλάσσεται.
15
pr.Ἐν δὲ τῷ νε΄ι κεφ. Ὅσα σύμφωνα γένηται ἢ ὑπεναντία νόμων ἢ ὑπεναντία τῶν καλῶν τρόπων, ταῦτα μηδεμίαν ἔχειν ἰσχὺν, ἀναμφιβόλου νομίμου ἐστίν.
16
pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. α΄ κεφ. η΄, ἐν ᾧ φησι· Τὴν ἀγαθὴν πίστιν χρὴ ζητεῖν ἐν τοῖς συναλλάγμασιν.
17
pr.Ὥσπερ ἐξαρχῆς ἐξουσίαν ἕκαστος ἔχει τοῦ ποιεῖν ἢ μὴ ποιεῖν τὸ συνάλλαγμα, οὕτω μετὰ τὸ γενέσθαι ἀπαγορεύειν τῇ ἅπαξ συστάσῃ ἐνοχῇ τοῦ διαδίκου μὴ συναινοῦντος οὐδεὶς δύναται. Ἀνάγν. καὶ βι. κς ' τί. ς΄ κεφ. ος καὶ πθ '.