IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Σ

JGR V 18.7

Περὶ συμβολαιογράφων καὶ συμβολαίων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κβ΄ τί, β΄, ἐν ᾧ φησι τοῦ μὴ εἰς ἕτερον χάρτην τοὺς συμβολαιογράφους γράφειν συμβόλαιον, εἰ μὴ εἰς τὸν ἔχοντα προκείμενον τὸν καλούμενον πρωτόκολλον· καὶ οὕτως πως ἄρχεσθαι τῶν συμβολαίων· βασιλείας τοῦδε τοῦ θειοτάτου αὐγούστου καὶ αὐτοκράτορος ἔτους τοσοῦδε· καὶ μετ᾿ ἐκεῖνα ἐπιφέρειν τὴν τοῦ ὑπάτου προσηγορίαν τοῦ κατ᾿ ἐκεῖνο τὸ ἔτος ὄντος, καὶ τρίτην τὴν ἐπινέμησιν παρεπομένων τοῦ μηνὸς καὶ τῆς ἡμέρας α.