IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Σ

JGR V 18.6

Περὶ συκοφαντῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. α΄, οὗτινος ἐν τῷ ἱ κεφ. φησί· Κατὰ τρεῖς τρόπους ἡ συκοφαντία γίνεται, καὶ τριπλῶς ἡ ἐπεξέλευσις. ἢ γὰρ συκοφαντεῖ τις πλαστῶς κατηγορῶν, ἢ προδότης τῆς ἰδίας ὑποθέσεως γίνεται τὰ ἀληθῆ ἐγκλήματα κρύπτων, ἢ φυγοδικεῖ τελείως ἀναχωρῶν τῆς κατηγορίας. Οὐ πάντως δὲ συκοφάντης ἐστὶν ὁ μὴ ἀποδεικνὺς ὅπερ κατηγόρησεν, ἀλλ᾽ ἐν τῇ κρίσει τοῦ δικαστοῦ ἐστι μετὰ τὸ ἐλευθερῶσαι τὸν κατηγορούμενον ζητῆσαι περὶ τούτου. Καὶ εἰ μὲν εἴποι, οὐκ ἀπέδειξας, ἐφείσατο αὐτοῦ· εἰ δὲ εἴποι, ἐσυκοφάντησας, κατεδίκασεν αὐτὸν, κἂν μηδὲν εἴπῃ περὶ τῆς ποινῆς· ἐπακολουθεῖ γάρ. ἡ μὲν γὰρ τῆς ὑποθέσεως ζήτησις ἐπιτέτραπται τῷ δικαστῇ, οὐ μὴν ἡ τοῦ νόμου ἐπεξέλευσις. Εἰ δὲ εἴποι, προπετῶς ἐκίνησας, οὐ ποιεῖ αὐτὸν συκοφάντην, οὐδὲ ποινὴν ὑφίσταται.

2

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ ἀποστὰς οὐ δύναται περαιτέρω κατηγορεῖν.

3

pr.Καὶ ἐν τοῖς ἰδιωτικοῖς ἤτοι χρηματικοῖς ἐγκλήμασι πάντες οἱ συκοφάνται πρὸς τὸ ἁμάρτημα σωφρονίζονται.

4

pr.Ἐν δὲ τῷ λέ΄ κεφ. Ἡ διάταξις βούλεται τὸν συκοφαντήσαντα ἐπὶ δημοσίῳ ἐγκλήματι καὶ ἀτιμοῦσθαι καὶ περιορίζεσθαι· μόνον μέντοι ἐὰν ἀλλοτρίαν κατηγορίαν ἐκίνησεν ὡς ἰδίαν ἢ ἰδίων αἰτίᾳ.

5

pr.Ἀνάγν. καὶ βι. γ΄ τί. α κεφ. β΄, ἐν ᾧ φησιν· Ὁ συκοφαντήσας ἐγκληματικῶς ἐπίσκοπον λ΄ χρυσίου λίτρας προστιμάσθω τῷ δημοσίῳ. βεβαιούσθωσαν δὲ τὰ ἐκκλησιαστικὰ πάντα προνόμια. καὶ μὴ νομιζέσθω ὅλως κληρικὸς ἢ μοναχὸς ὁ συλλαβῶν· ἐκτὸς τοῦ οἰκείου ἐπισκόπου τὸ κομητάτον ' κατειληφώς.