IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Σ

JGR V 18.11

Περὶ συνωνῆς τῆς τε ἐν ὡρείοις ἀποκειμένης καὶ τῆς κατὰ θείαν κέλευσιν χορηγουμένης παρὰ τῶν κτητόρων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νς ' τί. θ ', οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ἐὰν οἱᾳδήποτε ἐπαρχίᾳ ἐπιβληθῇ συνωνή τινος εἴδους, μηδεὶς ἐξκουσσατευέτω ἑαυτὸν οἱῳδήποτε χρόνῳ ἢ τρόπῳ διὰ θείων κεραιῶν ἢ πραγματικοῦ θεσπίσματος ἢ δικαστικῆς διατυπώσεως. οὐδὲ γὰρ ὁ θεῖος οἶκος ἢ τῆς εὐσεβεστάτης αὐγούστης τῆς τοιαύτης λειτουργίας ἀπήλλακται.

2

pr.Ἐν δὲ τῷ ἐ κεφ. Οἱ τὰς πόλεις οἰκοῦντες ἢ ἐν αὐταῖς κεκτημένοι μὴ ἀναγκαζέσθωσαν εἰς ἑτέραν πόλιν ἢ εἰς [τὴν] μητρόπολιν εἴδη χορηγεῖν. εἰ δὲ καί τις ἀπαραίτητος αἰτία καταναγκάσει τοῦτο γενέσθαι, τοῖς δικαίοις τιμήμασι τοῖς ἐν ἐκείνῃ τῇ πόλει κρατοῦσιν, ἐξ ὧν᾿ τὰ εἴδη παρέχεται, πιπρασκέτωσαν, ἐκείνων ταῦτα μετακομιζόντων τῶν δεομένων τῶν εἰδῶν. ὑπολογιζέσθω δὲ τὰ τιμήματα τῶν εἰδῶν τοῖς πιπράσκουσι εἰς τὰ συντελούμενα παρ᾿ αὐτῶν ἐν χρυσῷ δημόσια. οὐδὲ γὰρ δίκαιον νῦν μὲν ἀπαιτεῖσθαί τινα παρέχειν εἴδη, μετὰ χρόνον δὲ αὐτῷ τὰ τιμήματα λογίζεσθαι, οὕτως εὐθηνίας γενομένης. τοῦ λαμπροτάτου ἄρχοντος ἑκάστης ἐπαρχίας ἐγκινδυνεύοντος εἰς τὸ καταλογίζεσθαι τοῖς πιπράσκουσι τὰ τῶν εἰδῶν τιμήματα κατὰ τὰς ὡρισμένας προθεσμίας ὑπὲρ αὐτῶν ἐκπέμπεσθαι. μηδεὶς δὲ ἀναγκαζέσθω πιπράσκειν πᾶσαν χρείαν αὐτοῦ, ἀλλὰ τὰ ἐκπεριττεύοντα εἴδη. ἀσεβὲς γάρ ἐστιν ἀποστερεῖσθαί τινα τῶν οἰκείων καὶ ἑτέροις ταῦτα χορηγεῖν. ρ΄ λίτρας χρυσίου ζημίαν ὑφισταμένου καὶ κινδυνεύοντος εἰς τὴν ἀξίαν καὶ τὴν ζώνην αὐτοῦ τοῦ παραβαίνοντος τὸν νόμον ἢ συγχωροῦντος αὐτὸν παραβαθῆναι.