JGR V 18.12
Περὶ συστημάτων καὶ σωματείων θεμιτῶν, ἤτοι χαρακτῶν, χαλκέων, μαγκίπων, κήπων, χοιρεμπόρων καὶ λοιπῶν, καὶ περὶ συστημάτων ἀθεμίτων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. η΄ τί. β΄ κεφ. ρα, ἐν ᾧ φησιν· Οὐ πᾶσιν ἐφεῖται ποιεῖν ἑταιρείας ἢ συστήματα ἢ σωματεῖα, ἀλλ᾽ ἐπὶ δημοσίων τελῶν καὶ μετάλλων ἀργύρου καὶ χρυσοῦ, καὶ ἁλικῶν καὶ μαγκίπων καὶ ναυκλήρων καί τινων ἄλλων ἀπὸ νόμου βεβαιωθέντων. καὶ ἔξεστιν αὐτοῖς κατὰ μίμησιν τῆς πόλεως ἔχειν τὰ πράγματα κοινὰ καὶ ἄρκαν, καὶ ἐνάγοντα ἤγουν σύνδικον δι᾽ οὗ πράττεται τὰ κοινά.
2
pr.Ἀνάγν. καὶ βι. νδ΄ τί. ις΄, καὶ ιζ ' καὶ ιθ ' καὶ κ ' καὶ κα καὶ κβ ' καὶ βι. νς ' τί. α΄ κεφ. νγ ' καὶ βι. ξ ' τί. λβ΄, οὗτινος ἐν τῷ ᾿α΄ κεφ. φησίν· Οἱ ἄρχοντες πανταχοῦ κωλυέτωσαν ἐν ταῖς πόλεσι καὶ κώμαις τοὺς παγανοὺς ἢ στρατιώτας ἐν τοῖς στρατοπέδοις᾿ αὐτῶν ἔχειν ἑταιρικὰ συστήματα. τοῖς δὲ μετρίοις ἐφεῖται συνεισφορὰν ἅπαξ ποιεῖν μόνον τοῦ μηνός. Καὶ χάριν εὐχῆς θεμιτῶς ἔξεστι συνιέναι.
3
pr.Ἐν δὲ τῷ β΄ κεφ. Ὁ παράνομον ποιῶν σύστημα τῇ κατὰ τῶν ὅπλοις τόπον δημόσιον ἢ ἱερὸν κατασχόντων ὑπόκειται ποινῇ.