IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ρ

JGR V 17.1

Περὶ ῥημάτων σημασίας.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. β΄ τί. β΄, οὗτινος ἐν τῷ ἡ κεφ. φησί· Τῆς ἀγωγῆς τὸ ὄνομα οὐ δηλοῖ τὴν παραγραφήν.

2

pr.Ἐν δὲ τῷ κζ ' κεφ. Αγρὸς λέγεται ὁ χωρὶς τῆς κώμης ἤτοι τῶν οἰκημάτων τόπος.

3

pr.Ἐν δὲ τῷ ξδ΄ κεφ. Αδιάθετός ἐστιν οὐ μόνον ὁ μὴ διαθέμενος, ἀλλὰ καὶ ὁ μὴ κληρονομούμενος ἐκ διαθήκης.

4

pr.Ἐν δὲ τῷ σμ ' κεφ. Ἄδβαινα λέγεται ὁ ἄποικος.

5

pr.Ἐν δὲ τῷ ριβ΄ κεφ. Αἰγιαλός ἐστι, μέχρις οὗ τὸ μέγιστον τῆς θαλάσσης ἐκτρέχει κῦμα.

6

pr.Ἐν δὲ τῷ σλγ ' κεφ. Ακόντιον λέγεται οὐ μόνον τὸ ἀπὸ τόξου, ἀλλὰ καὶ τὸ ὁπωσοῦν βαλλόμενον.

7

pr.Ἐν δὲ τῷ σλς΄ κεφ. Τῷ ὀνόματι τῶν ἀκροδρύων πάντες· οἱ καρποὶ δηλοῦνται.

8

pr.Ἐν δὲ τῷ σμα κεφ. Ακάρδιος καὶ ἄνυσσος λέγεται ὁ μὴ ἔχων καρδίαν ἢ ὑγείαν.

9

pr.Ἐν δὲ τῷ φέ΄ κεφ. Τὸ ἀναδοῦναι καὶ τὴν δόσιν δηλοῖ.

10

pr.Ἐν δὲ τῷ ρλγ ' κεφ. Οὐ λέγεται γεννῆσαι ἡ ἀνατμηθεῖσα.

11

pr.Ἐν δὲ τῷ ρμβ΄ κεφ. Δοκεῖ γυνὴ υἱὸν ἔχειν ἐν τῷ τελευτᾶν, ἧς ἀνατμηθείσης ἐξῆλθε τὸ βρέφος.

12

pr.Ἐν δὲ τῷ ρμε΄ κεφ. Τῇ τοῦ ἀναλογοῦντος μέρους προσηγορίᾳ ἐσθ᾽ ὅτε καὶ ἡ πᾶσα κληρονομία δηλοῦται.

13

pr.Ἐν δὲ τῷ ρνγ΄ κεφ. Τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ καὶ ἀνὴρ καὶ γυνὴ δηλοῦται.

14

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Τῷ ῥήματι τοῦ ἀπολέσθαι καὶ τὸ σχισθὲν καὶ τὸ κλασθὲν καὶ τὸ βίᾳ ἁρπαγὲν δηλοῦται.

15

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Πράγματα ἀπεῖναι δοκεῖ καὶταῦτα, ὧν τὸ μὲν σῶμα μένει, ἡ δὲ μορφὴ ἐνήλλακται. διά τοι τοῦτο ἐὰν διεφθαρότα ἀποδοθῇ ἢ μεταπλασθέντα, δοκεῖ ἀπεῖναι.

16

pr.Ἐν δὲ τῷ ρφη ' κεφ. Απεστιν ὁ μὴ παρὼν ἔνθα ἀπαιτεῖται, καὶ ὁ μὴ περιὼν ἐν τῇ περιοικίδι.

17

pr.Ἐν δὲ τῷ λέ κεφ. Ἐκεῖνος ἀποκαθιστᾷ ὁ διδοὺς οὕτω τῷ ἐνάγοντι, ὡς ἔμελλεν ἔχειν αὐτὸ ἐν καιρῷ προκατάρξεως.

18

pr.Ἐν δὲ τῷ οε΄ κεφ. Αποκαθιστᾷν δοκεῖ ὁ διδοὺς τῷ ἐνάγοντι, ὅπερ ἤμελλεν ἔχειν μὴ δικασάμενος.

19

pr.Ἐν δὲ τῷ πε΄ κεφ. Ὅτε διαλαλεῖται ἀποκαταστῆναι κτίσμα, καὶ τὴν συμβᾶσαν ζημίαν λαμβάνει ὁ ἐνάγων. τῷ γὰρ ῥήματι τῆς ἀποκαταστάσεως ἡ χρησιμότης τοῦ ἐνάγοντος περιέχεται.

20

pr.Ἐν δὲ τῷ σμε΄ κεφ. Αποκαθιστᾷν δοκεῖ ὁ μὴ μόνον τὸ σῶμα τὸ ζητούμενον, ἀλλὰ καὶ ὅλην τὴν τοῦ σώματος αἰτίαν καὶ τύχην διδούς. πᾶσα γὰρ ἀποκατάστασις οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τοῦ δικαίου ἐστίν.

21

pr.Ἐν δὲ τῷ πθ ' κεφ. Διαφέρει ἀποδοῦναι λόγους τοῦ ἐκδοῦναι. ὁ γὰρ κελευσθεὶς ἐκδοῦναι οὐ δίδωσι τὰ λοιπαζόμενα.

22

pr.Ἐν δὲ τῷἶρβ΄ κεφ. Απομειοῦται νόμου τὶ ἢ ἀποδαπανᾶται· ἀπομειοῦται, ὅταν μέρος ἀφαιρεῖται· ἀποδαπανᾶται, ὅταν παντελῶς ὁ νόμος ἀναιρεῖται.

23

pr.Ἐν δὲ τῷ ρε΄ κεφ. Τὸ εἰπεῖν, τοὺς ἀπελευθέρους μου, οὐ δηλοῖ καὶ τοὺς τῶν ἀπελευθέρων [ἀπ] ελευθέρους.

24

pr.Ἐν δὲ τῷ ρογ΄ κεφ. Τῇ προσηγορίᾳ τοῦ ἀπελευθέρου καὶ ἀπελευθέρα δηλοῦται.

25

pr.Ἐν δὲ τῷ ραγ΄ κεφ. Τὰ λεγόμενα περὶ ἄῤῥενος ὡς ἐπὶ τὸ πλεῖστον καὶ περὶ θηλείας λέγεται.

26

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Αστικὰ κτήματα τὰ οἰκήματα δεχόμεθα οὐ μόνον τὰ ἐν πόλει ὄντα, ἀλλὰ καὶ εἰ τυχὸν σταθμοὶ εἶεν ἢ ἄλλα ἐργαστήρια ἐν ταῖς χώραις καὶ ἐν ταῖς κώμαις· ἢ ἐὰν ἐπαύλια τέρψει ' μόνον δουλεύοντα· ἐπειδὴ τὸ ἀστικὸν κτῆμα οὐχ ὁ τόπος ποιεῖ, ἀλλ᾽ ἡ ὕλη. ἀμέλει δὲ τοὺς κήπους, οἵτινές εἰσιν ἐν οἰκήμασι καταστάντες, λεκτέον τῇ τῶν ἀστικῶν προσηγορίᾳ περιέχεσθαι. δηλαδὴ δὲ καὶ εἰ τὸ πλέον οἱ κῆποι ἐν προσόδῳ εἰσὶν, ἀμπελικοὶ τυχὸν ἢ λαχανικοὶ ὄντες, μᾶλλον οὔκ εἰσιν ἀστικοί.

27

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ὁ βασιλεὺς παραχωρῶν πράγματα καὶ τὰς ἀγωγὰς παραχωρεῖ.

28

pr.Ἐν δὲ τῷ ρλς΄ κεφ. Τῷ ὀνόματι τῆς βαλάνου πάντες οἱ καρποὶ δηλοῦνται.

29

pr.Ἐν δὲ τῷ ρλα΄ κεφ. Ἕτερόν ἐστι βλάβος καὶ ἕτερον ποινή. βλάβος μὲν γὰρ δίχα ποινῆς δύναται εἶναι· ποινὴ δὲ δίχα βλάβους οὐ δύναται. Ποινή ἐστιν ἁμαρτήματος ἐκδίκησις· βλάβος δὲ καὶ τὸ ἁμάρτημα λέγεται, καὶ ὡσανεὶ ποινῆς προπαρασκευή τις.

30

pr.[Ἐν δὲ τῷ πθ ' κεφ. Οἱ βόες τῶν βουκολίων εἰσὶ μᾶλλον ἢ τῶν ὑποζυγίων.]

31

pr.Ἐν δὲ τῷ ρνη΄ κεφ. Τὰ τοῦ αὐτοῦ γένους ὄντα δυνατὸν καὶ πολλὰ ὄντα ἑνικῶς ἐκφωνεῖσθαι. ὡς ὅταν λέγωμεν, πολὺς ἄνθρωπος, πολὺς ἰχθύς· ἢ ὅτε ἐμοὶ καὶ τῷ κληρονόμῳ μου ἐπερωτήσω· καὶ οἱ πολλοὶ γὰρ περιέχονται.

32

pr.Ἐν δὲ τῷ φθ΄ κεφ. Γνῶσιν νοεῖν δυνάμεθα καὶ τὴν διάγνωσιν καὶ τὴν δικαιοδοσίαν.

33

pr.Ἐν δὲ τῷ να΄ κεφ. Τῇ τοῦ γονέως προσηγορίᾳ πάντες οἱ ἀνιόντες ἄῤῥενες καὶ θήλειαι δηλοῦνται.

34

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Τῷ ὀνόματι τοῦ γραμματείου τὸ κεχρεωστημένον πρᾶγμα σημαίνεται.

35

pr.Ἐν δὲ τῷ ς΄ κεφ. Ἡ τοῦ γραμματείου καὶ τοῦ πράγματος προσηγορία εἰς πᾶν συνάλλαγμα καὶ ἐνοχὴν ὁρᾷ.

36

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Τῷ ὀνόματι τῆς γυναικὸς καὶ ἡ ἔφηβος παρθένος δηλοῦται.

37

pr.Ἐν δὲ τῷ ι ' κεφ. Δανειστής ἐστιν ὁ ἐξ οἱασοῦν ἀἰτίας· χωρὶς διηνεκούς παραγραφῆς χρεωστούμενος. οὐ γὰρ μόνοι οἱ δανείσαντες δανεισταὶ λέγονται, ἀλλὰ καὶ πάντες οἱ ἀπὸ συναλλάγματος ἢ ἁμαρτήματος χρεωστούμενοι. καὶ ἀπὸ ὀρφανικῆς ἀγωγῆς μετὰ προκάταρξιν, οὐ μὴν πρὶν ἢ προκατάρξεται. Ἐν δὲ τῷ νδ΄ καὶ νε΄ ὁμοίως φησὶ περὶ δανειστῶν.

38

pr.Ἐν δὲ τῷ οθ΄ κεφ. Χρησίμους δὲ δαπάνας ἤρεσεν εἶναι τὰς βελτίω ποιούσας τὴν προῖκα, οὐ μὴν συγχωρούσας εἶναι αὐτὴν χείρω· ἐξ ὧν πρόσοδος τῇ γυναικὶ προσπορίζεται. οἷον ὡς ἐπὶ τῆς τοῦ ἄλσους φιλοκαλίας, περὶ οὗ ἐπάναγκες ἦν, ὁμοίως καὶ ἐπὶ τῆς διδαχῆς [τῶν] παίδων, ὧν ἕνεκα βαρύνεσθαι τὴν γυναῖκα ἀγνοοῦσαν ἢ ἄκουσαν οὐ χρὴ, ἵνα μὴ ἀναγκασθῇ τοῦ ἀγροῦ ἢ τῶν ἀνδραπόδων στερεῖσθαι. ἐπιτερπεῖς δὲ δαπάναι εἰσὶν αἱ τὸ εἶδος μόνον κοσμοῦσαι, οὐ μὴν καὶ τὸν καρπὸν αὔξουσαι, ὡς ἐστι τὰ χλοηφόρα γήδια, καὶ τὰ ἀναβρυτὰ ὕδατα, καὶ αἱ μαρμαρώσεις, καὶ αἱ λωρικατίονες, καὶ αἱ ζωγραφίαι '.

39

pr.Ἐν δὲ τῷ σις΄ κεφ. Ὁ ψιλῶς ὢν ἐν φυλακῇ οὐ δοκεῖ δεδέσθαι.

40

pr.Ἐν δὲ τῷ σκγ΄ κεφ. Δεσμὰ λέγεται καὶ τὰ ἰδιωτικὰ καὶ τὰ δημόσια. φυλακὴ δὲ μόνη ἡ δημοσία.

41

pr.Ἐν δὲ τῷ λθ ' κεφ. Διαμαρτύρασθαί ἐστι τὸ παραγγεῖλαι τῷ ἀπολιμπανομένῳ.

42

pr.Ἐν δὲ τῷ σλη΄ κεφ. Διαμαρτύρασθαί ἐστι τὸ ἐπὶ μαρτύρων παραγγεῖλαικ.

43

pr.Ἐν δὲ τῷ νς ' κεφ. Γινώσκειν δικαιώματά ἐστιν ἀναγινώσκειν καὶ καταγινώσκειν. Διαστίζειν δέ ἐστι δικαιώματα, τὸ ἀντεξετάζειν τὰς λήψεις καὶ τὰς δόσεις.

44

pr.Καὶ κεφ. πε΄· Τὰ δικαιώματα τῶν ἀγρῶν αὐτοὶ οἱ ἀγροί εἰσι, τουτέστιν ἡ καλλονὴ, ἡ ὑγεία καὶ τὸ μέγεθος.

45

pr.Ἐν δὲ τῷ φθ΄. Δικαιώματά ἐστι καὶ τὰ πρὸς ἀπίδειξιν τῆς δίκης συμβαλλόμενα πρόσωπα.

46

pr.Ἐν δὲ τῷ ρα· Διαίσιον μεταξὺ ἀνδρὸς καὶ γαμετῆς γίνεσθαι λέγεται. διαζύγιον δὲ καὶ μνηστῇ πέμπεσθαι δοκεῖ, ὅπερ εἰς πρόσωπον τῆς γαμετῆς οὐκ εὐήθως πίπτει.

47

pr.Ἐν δὲ τῷ ρλη΄. Καὶ ἡ διακατοχή κληρονομία λέγεται.

48

pr.Ἐν δὲ τῷ ρπβ΄· Τὸ διαφέρειν δηλοῖ καὶ τὰ ὄντα τῆς δεσποτείας ἡμῶν καὶ ἅτινα νεμόμεθα ἢ ἐλπίζομεν κτᾶσθαι ἢ νέμεσθαι.

49

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἡ οὐσία τῆς πόλεως καταχρηστικῶς δημοσία εἴρηται. μόνα γὰρ ταῦτα δημόσιά ἐστι τὰ τοῦ ῥωμαίου ὄντα δήμου. Καὶ ἐν τῷ ις ' κεφ. ὁμοίως περὶ δημοσίων φησί.

50

pr.Ἐν δὲ τῷ σιβ΄· Δόλους᾽ ἐστὶν ἡ σφοδρὰ ἀμέλεια.

51

pr.Ἐν δὲ τῷ ρα΄ κεφ. Δούλων λεγατευομένων καὶ δοῦλαι κεχρεώστηνται.

52

pr.Ἐν δὲ τῷ ρκγ΄ 2. Καὶ ὁ ἐν γαστρὶ ὢν δοκεῖ καταλελεῖφθαι ἐν καιρῷ τελευτῆς.

53

pr.Ἐν δὲ τῷ ρξ΄ κεφ. Οὐ λέγεται ἄνηβος ὁ ἐν γαστρὶ ὤν.

54

pr.Ἐν δὲ τῷ ρνς΄· Ἐγγύτερος λέγεται καὶ ὁ μόνος ὤν.

55

pr.Ἐν δὲ τῷ ρκβ΄· Τὸ ῥῆμα τὸ εἴη ἐνίοτε καὶ τὸν παρῳχηκότα δηλοῖ. ὅπερ ἀναγκαῖόν ἐστιν εἰδέναι. καὶ ὅταν κωδίκελλοι οὕτω βεβαιωθῶσιν ἐν διαθήκῃ, ὅπερ ἐν τοῖς κωδικέλλοις γραφὲν εἴη, πότερον τοῦ μέλλοντος χρόνου δήλωσις ἔσται, ἢ καὶ τοῦ ἐνεστῶτος ἢ καὶ τοῦ παρελθόντος, εἴγε προ γραφέντας κωδικέλλους τὶς καταλίποι; ἅπερ ἐκ τῆς βουλήσεως τοῦ γράψαντος ἑρμηνευτέον ἐστίν.

56

pr.Ἐν δὲ τῷ σις΄· Ὁ λέγων ποιῆσαι εἴσω ἡμερῶν, καὶ μὴ προστιθεὶς πόσων, εἴσω δύο δοκεῖ λέγειν.

57

pr.Ἐν δὲ τῷ κη΄ Ἐκποιεῖ πρᾶγμα καὶ ὁ ἀνεχόμενος αὐτὸ ἐκ τῆς χρήσεως δεσποθῆναι, ἢ τῇ ἀχρησίᾳ ἀπόλλων τὰς δουλείας αὐτοῦ. ὁ δὲ μὴ ἐπικτώμενος οὐ δοκεῖ ἐκποιεῖν, ὡς ἐπὶ τοῦ ἀπαγορεύοντος κληρονομίαν ἢ μὴ χρωμένου τῇ καταλειφθείσῃ αὐτῷ ἐπιλογῇ.

58

pr.Ἐν δὲ τῷ ξζ΄ κεφ. Τὸ πραθὲν καὶ ὂν παρὰ τῷ πράτῃ οὐ λέγεται ἐκποιηθὲν, ἀλλὰ πραθέν.

59

pr.Ἐν δὲ τῷ μζ΄ κεφ. Τὸ τῆς ἐλευθερίας ὄνομα τὴν αὐτὴν δύναμιν ἔχει τῷ τῆς καταβολῆς ὀνόματι ….

60

pr.Ἐν δὲ τῷ ρλβ΄· Ἐνιαυσιαῖος δοκεῖ τελευτᾷν, ὁ ἐν τῇ ὑστέρᾳ τοῦ ἐνιαυτοῦ ἡμέρᾳ τελευτῶν. καὶ ὅτε γὰρ λέγομεν πρὸ δέκα καλανδῶν, ἢ μετὰ δεκάτην τῶν καλανδῶν, οὐ δηλοῦμεν τὴν ἑνδεκάτην ἡμέραν. Καὶ κεφ. ρλέ ὁμοίως φησί.

61

pr.Ἐν δὲ τῷ σλη΄· Κυρίως ἐνέχυρον τὸ κινητὸν λέγεται διὰ τὸ ἐν τῇ χειρὶ δίδοσθαι.

62

pr.Ἐν δὲ τῷ ρ΄· Ἐπίσημα πρόσωπα λέγεται τὰ τῶν λαμπροτάτων ἀνδρῶν τε καὶ γυναικῶν.

63

pr.Ἐν δὲ τῷ ρπη· Ἐπαρχιῶταί εἰσιν οἱ τὴν οἴκησιν ἐν ταῖς ἐπαρχίαις ἔχοντες, οὐ μὴν οἱ ἐν αὐταῖς τεχθέντες.

64

pr.Ἐν δὲ τῷ ρξζ΄· περὶ ἐργασίμης ὕλης.

65

pr.Ἐν δὲ τῷ ρκγ΄· Τὸ ἐστὶ καὶ τὸν ἐνεστῶτα καὶ τὸν παρεληλυθότα σημαίνει, ὥσπερ καὶ τὸ εἴη.

66

pr.Ἐν δὲ τῷ ρπδ΄· Εἰτρεπισμένον ἐργαστήριον τὸ καὶ πράγμασι καὶ ἀνθρώποις πρὸς πραγματείαν ἕτοιμον.

67

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἧττον καταβάλλει ὁ βραδύτερον καταβάλλων, καὶ ὁ μηδὲ ὅλως, ὡς ἐν τῷ λδ ' κεφ. φησί.

68

pr.Ἐν δὲ τῷ ρκδ΄. Τὸ εἰπεῖν τόδε ἢ τόδε ἵνα γένηται, ἢ δοθῇ, οὐ πάντως διαζευκτικόν ἐστιν, ἀλλ᾽᾽ ἔσθ᾽ ὅτε καὶ ὑποδιαζευκτικὸν, καὶ δεῖ τὰ δύο γενέσθαι ἢ δοθῆναι.

69

pr.Ἐν δὲ τῷ ρξδ΄ κεφ. Τῇ τῶν θυγατέρων προσηγορίᾳ καὶ αἱ κυοφορούμεναι δηλοῦνται.

70

pr.Ἐν δὲ τῷ ξα΄ κεφ. Τῇ προσηγορίᾳ τῆς ἱκανοδοσίας ἔσθ᾽ ὅτε καὶ ὁμολογία περιέχεται.

71

pr.Ἐν δὲ τῷ σμα΄ κεφ. Ἰμμίσσουμ λέγεται ἡ ἐμβαλλομένη τῷ τοίχῳ δοκός.

72

pr.Ἐν δὲ τῷ σλζ΄ κεφ. Ἴγκολά ἐστιν ὁ λεγόμενος πάροικος, ὃς ἀλλαχοῦ ἐν πόλει ἢ ἐν χωρίῳ τὴν οἴκησιν ἐκτήσατο.

73

pr.Ἐν δὲ τῷ ος΄ κεφ. Τὸν καρπὸν ἀντὶ προσόδου καλεῖσθαι ἤρεσεν, οὐ μόνον τὸν ἀπὸ πυρῶν ἢ ὀσπρίων, ἀλλὰ καὶ τὸν ἀπὸ οἴνου ἢ ὑλῶν τεμνομένων.

74

pr.Ἐν δὲ τῷ ρθ΄ κεφ. Καλῇ πίστει ἀγοραστὴς εἶναι δοκεῖ ὁ ἀγνοήσας τοῦτο τὸ πρᾶγμα ἀλλότριον εἶναι, ἢ νομίσας τὸν πωλήσαντα δίκαιον ἔχειν τοῦ πωλεῖν, οἷον φροντιστὴν ἢ ἐπίτροπον εἶναι.

75

pr.Ἐν δὲ τῷ ρπα΄ κεφ. Καλύβη καλεῖται πᾶν ἀγροικικὸν οἰκοδόμημα.

76

pr.Ἐν δὲ τῷ ρκα΄· Κενσερί ἐστι τὸ διατάττεσθαί τι ποιῆσαι καὶ τὸ καθ᾽ ἑαυτὸν τίποτε κεκρικέναι. ἐκεῖθεν γὰρ τὸ τοῦ κένσωρος ὄνομα δοκεῖ εἱλκῦσθαι.

77

pr.Ἐν δὲ τῷ ργ ' κεφ. Τὰ κεφαλικὰ θάνατον δηλοῦσι καὶ πολιτείας ἔκπτωσιν.

78

pr.Ἐν δὲ τῷ φγ΄ κεφ. Τὸ κινητὰ καὶ τὸ κινούμενα τὸ αὐτὸ δηλοῖ, εἰ μὴ ἄρα δειχθῇ ὁ διαθέμενος τὸ κινούμενα νοήσας ἐπὶ τῶν ἐμψύχων.

79

pr.Ἐν δὲ τῷ κδ ' κεφ. Κληρονομία ἐστὶ διαδοχὴ εἰς ὁλόκληρον δικαίου, ὅπερ ὁ τελευτήσας εἶχεν.

80

pr.Ἐν δὲ τῷ ξε΄ κεφ. Κληρονόμος λέγεται οὐ μόνον ὁ πρῶτος, ἀλλὰ [καὶ] ὁ τοῦ κληρονόμου κληρονόμος, καὶ οἱ ἐφεξῆς.

81

pr.Ἐν δὲ τῷ ο΄ κεφ. Ἡ τοῦ κληρονόμου προσηγορία καὶ εἰς τοὺς ποῤῥωτέρω ἐκτείνεται. σπανίως δὲ ὁ πρῶτος δηλοῦται, ὡς ἐπὶ τῆς ἀνήβου ὑποκαταστάσεως. ἐὰν γὰρ εἴπω, κληρονόμον εἶναι τοῦ ἀνήβου τὸν γινόμενόν μου κληρονόμον, οὐ περιέχεται ὁ τοῦ κληρονόμου [μου] κληρονόμος.

82

pr.Ἐν δὲ τῷ ρξ [ς] ΄ κεφ. Οὐ δοκεῖ περιελθεῖν εἰς τὸν κληρονόμον εἰ μὴ τὸ μετὰ τὰ χρέα.

83

pr.Ἐν δὲ τῷ κς΄ κεφ. Ὁ τοκετὸς τῆς κλοπιμαίας οὔκ ἐστι μέρος αὐτῆς.

84

pr.Ἐν δὲ τῷ σκε΄ κεφ. Κλέπτην καὶ φυγάδα καὶ ῥεμβὸν καὶ μοιχὸν καὶ κοττιστὴν οὐκ ἀπὸ τῆς προθέσεως αὐτῶν, ἀλλ᾽ ἀπὸ τοῦ πρᾶξαι λέγομεν.

85

pr.Ἐν δὲ τῷ σκς΄. Κοῦλπά ἐστιν ἡ μεγάλη ἀμέλεια. ἡ δὲ μεγάλη κοῦλπα δόλος ἐστίν.

86

pr.Ἐν δὲ τῷ οα΄ κεφ. Ἕτερον λαβεῖν καὶ ἕτερον δέξασθαι. τὸ λαβεῖν ἐνδυνάμως νοεῖται· δέξασθαι δέ, κἂν οὐχ οὕτω τὶς ἐδέξατο, ἵνα ἔχῃ. διά τοι τοῦτο οὐ δοκεῖ τις λαβεῖν, ὅπερ μέλλει ἀποκαθιστᾷν. ὥσπερ ἐληλυθέναι κυρίως ἐκεῖνο λέγεται ται τὸ ἀπομένειν μέλλον.

87

pr.Ἐν δὲ τῷ πα΄λ· Τῇ γενικῇ τῶν λεγάτων ἐπαναλήψει καὶ ἐλευθερίαι περιέχονται.

88

pr.Ἐν δὲ τῷ λγ '· Λειμών ἐστιν, ἐν ᾧ εἰς τὸ λαβεῖν καρπὸν δρεπάνου μόνον ἐστὶ χρεία.

89

pr.Ἐν δὲ τῷ ξ ' 2. Λιμήν ἐστι τόπος περικεκλεισμένος, εἰς ὃν εἰσάγονται τὰ φορτία, καὶ ἐξ οἱ ἐξάγονται. τὸ αὐτὸ καὶ στατίων λέγεται.

90

pr.Ἐν δὲ τῷ κθ΄· Ὁ λόγος ὁ μὴ ἔχων συμπλοκὴν ἢ διάζευξιν ἀπὸ τῆς διαθέσεως τοῦ εἰπόντος ἢ διαζευκτικὸς ἢ συμπλεκτικὸς νοεῖται.

91

pr.Ἐν δὲ τῷ φε΄ κεφ. Τῷ ὀνόματι τῶν λοιπῶν καὶ τὸ πᾶν σημαίνεται.

92

pr.Ἐν δὲ τῷ μς΄· Ματρεφαμιλίας αὐτεξουσίαν ἤτοι σεμνὴν γυναῖκα νοεῖν ὀφείλομεν τὴν μὴ ἀπρεπῶς ζήσασαν.

93

pr.Ἐν δὲ τῷ νζ ' κεφ. Μάγιστροι λέγονται ἀπὸ μεταφορᾶς τῶν ἀρχόντων οἱ πλέον τῶν ἄλλων προνοεῖν ὀφείλοντες τῶν ἐπιτετραμμένων αὐτοῖς πραγμάτων. καὶ οἱ διδάσκαλοι οἱασδήποτε ἐπιστήμης.

94

pr.Ἐν δὲ τῷ ρι΄· Μεσεγγυητής ἐστι παρ᾽ ῳ πολλοὶ ἐπίδικον παράθωνται ' πρᾶγμα.

95

pr.Ἐν δὲ τῷ ρξε· Ὁ λέγων μέρος καὶ μὴ προστιθεὶς ποῖον τὸ ἥμισυ δηλοῖ.

96

pr.Ἐν δὲ τῷ ρας· Μεμηνυκέναι ἐστὶ τὸ προσηγγελκέναι, τὸ ἐλέγξαι, τὸ κατηγορῆσαι, τὸ συλλέξαι.

97

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Τὸ μούνους τρία σημαίνει· δωρεάν καὶ βάρος καὶ ὀφφίκιον.

98

pr.Ἐν δὲ τῷ σιβ΄· Μούνους κυρίως μὲν τὸ ἐξ ἀνάγκης νόμου ἢ ἔθους ἢ ἄρχοντος γινόμενον λέγεται. ἐστὶ δὲ καὶ ἡ σφοδρὰ ἀμέλειας.

99

pr.Ἐν δὲ τῷ λβ ' κεφ. Νεατὴ γῆ ἐστιν ἡ προτμηθεῖσα ἢ ἐπὶ ἐνιαυτὸν ἀργήσασα· ἣν οἱ γραῖκες νέασιν καλοῦσιν.

100

pr.Ἐν δὲ τῷ οή κεφ. Ἔσθ᾽ ὅτε δὲ καὶ τῷ ὀνόματι τῆς νομῆς ἡ δεσποτεία δηλοῦται. ὡς ἔνθα τὶς τὰς νομὰς αὐτοῦ λεγατεύει.

101

pr.Ἐν δὲ τῷ ρα΄ κεφ. Αληθές ἐστι τὸ νόσον εἶναι τὴν πρόσκαιρον τοῦ σώματος ἀσθένειαν. πάθος δέ ἐστι διηνεκὲς τοῦ σώματος ἐμπόδιον.

102

pr.Ἐν δὲ τῷ ριγ· Νόσος ὀλεθρία ἐστὶν ἡ ἑκάστῳ πράγματι λυμαινομένη.

103

pr.Ἐν δὲ τῷ ρνθ΄· Καὶ τὰ νομίσματα νοῦμοι λέγονται.

104

pr.Ἐν δὲ τῷ σλθ΄· Τῷ ὀνόματι τῆς νόξης πᾶν ἁμάρτημα περιέχεται.

105

pr.Ἐν δὲ τῷ ν ' κεφ. Τῷ ὀνόματι τῆς νύμφης καὶ προνύμφη καὶ ἡ ποῤῥωτέρα δηλοῦται.

106

pr.Ἐν δὲ τῷ ξβ΄· Τῇ προσηγορίᾳ τοῦ ξύλου πᾶσα ὕλη πρὸς οἰκοδομὴν ποιοῦσα δηλοῦται.

107

pr.Ἐν δὲ τῷ η΄ κεφ. Τὸ ὀππορτέβιτ καὶ τὸν ἐνεστῶτα καὶ τὸν μέλλοντα χρόνον δηλοῖ.

108

pr.Ἐν δὲ τῷ μα· Τῷ ὀνόματι τῶν ὅπλων καὶ τὰ ξύλα καὶ οἱ λίθοι περιέχονται.

109

pr.Ἐν δὲ τῷ σμα΄· Ὀππιδοὺμ ἀπὸ τοῦ ἔργου τῆς τειχῶν κατασκευῆς.

110

pr.Ἐν δὲ τῷ οα΄ κεφ. Ταῦτα τὰ ῥήματα ἐπὶ τούτοις τοῖς πράγμασι τὸ ὀρθῶς παρασχεθῆναι ὡμολόγησε, τοῦτο σημαίνει, ἵνα μή τινα κίνδυνον ἢ ζημίαν ἐκ τούτου τοῦ πράγματος ὁ ἐπερωτήσας ὑπομένῃ.

111

pr.Ἐν δὲ τῷ ογ΄ κεφ. Τὸ ἐπερωτῆσαι πρᾶγμα ὀρθῶς ἀποκαταστῆναι δηλοῖ μετὰ τῶν καρπῶν.

112

pr.Ἐν δὲ τῷ ρφ΄ κεφ. Τὸ εἰπεῖν, ὅσου φανῇ τὸ πρᾶγμα, οὐ πρὸς τὸ διαφέρον, ἀλλὰ πρὸς τὴν τοῦ πράγματος διατίμησιν φέρεται.

113

pr.Ἐν δὲ τῷ σιζ΄ κεφ. Διαφέρει τὸ ὅτε δυνηθῇ λαλῆσαι τοῦ μεθ᾽ ὃ δυνηθῇ λαλῆσαι. ἐπὶ γὰρ τοῦ πρώτοῦ ἐκβαίνει ἡ αἵρεσις καὶ ὅτε πρῶτον λαλῆσαι δυνηθῇ.

114

pr.Ἐν δὲ τῷ σμ ' κεφ. Οὔρβις ἡ πόλις λέγεται, ἀπὸ τοῦ οὐρβάρε, τουτέστιν ἀρότρῳ περιχαράξαι τὸν μέλλοντα πολίζεσθαι τὸν τόπον.

115

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Παριστᾷν ἐστι τὸ παραστῆσαι τὸ ἐπιζητούμενον πρᾶγμα.

116

pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Τῇ προσηγορίᾳ τοῦ πάτρωνος ἡ πατρώνισσα περιέχεται.

117

pr.Ἐν δὲ τῷ ξγ΄ κεφ. Τό παρὰ σοὶ πλέον ἐστὶ τοῦ πρὸς σέ. πρὸς σὲ γάρ ἐστι τὸ ὁπωσοῦν ὑπὸ σοῦ κρατούμενον, παρὰ σοὶ δέ ἐστι τὸ τρόπῳ τινὶ νεμόμενον.

118

pr.Ἐν δὲ τῷ ρμα΄· Παλλακή ἐστιν ἡ συζῶσά τινι ἐν τῷ οἴκῳ αὐτοῦ νομίμου χωρὶς γάμου.

119

pr.Ἐν δὲ τῷ σ ' κεφ. Τῇ τοῦ πατρὸς προσηγορίᾳ καὶ ὁ πάππος περιέχεται.

120

pr.Ἐν δὲ τῷ ρμς· Ἡ τοῦ πενθεροῦ προσηγορία καὶ τὸν προπένθερον δηλοῖ.

121

pr.Ἐν δὲ τῷ ροα· Περιέρχεσθαι δοκεῖ καὶ τὸ διὰ προσπορισμοῦ κτώμενον.

122

pr.Ἐν δὲ τῷ νς ' κεφ. Παῖδες λέγονται καὶ οἱ αὐτεξούσιοι καὶ οἱ ἐξ ἀῤῥενογονίας καὶ οἱ ἐκ θηλυγονίας κατιόντες.

123

pr.[Ἐν δὲ τῷ ρμή κεφ.] Τῷ ὀνόματι τῶν παίδων καὶ ὁ εἷς μόνος περιέχεται.

124

pr.Ἐν δὲ τῷ σγ΄ 4. Ἡ τοῦ παιδὸς προσηγορία τρεῖς ἔχει σημασίας. μίαν, ὅταν πάντας δούλους παῖδας προσαγορεύομεν. ἑτέραν, ἐπειδὰν παῖδα τῷ ὀνόματι τῆς κόρης λέγωμεν. τρίτην, ἢν ἑκάστην ἡλικίαν παιδικὴν δηλοῦμεν.

125

pr.Ἐν δὲ τῷ σκ΄ κεφ. Τῇ τῶν παίδων προσηγορίᾳ καὶ τῇ τῶν ὑπεξουσίων ἔκγονοι καὶ ἀπέκγονοι καὶ πάντες οἱ ἐξ αὐτῶν δηλοῦνται.

126

pr.Ἐν δὲ τῷ σιβ΄ κεφ. Πλατεῖα ῥᾳθυμία ἐστὶν ἡ σφοδρὰ ἀμέλεια, τουτέστι τὸ μὴ νοεῖν, ὃ πάντες νοοῦσιν.

127

pr.Ἐν δὲ τῷ σκα΄· Πλαστὸς ἐπίτροπός ἐστιν ὁ μὴ ὢν ἐπίτροπος, καὶ πλαστὴ διαθήκη ἡ μὴ οἶσα διαθήκη, καὶ πλαστὸς μόδιος ὁ μὴ ὢν μόδιος.

128

pr.Ἐν δὲ τῷ ρπθ΄· Τὸ προστιθέμενον ἐν τοῖς συμβολαίοις, δέκα ἢ πλέον, οὐκ εἰς ἄμετρον, ἀλλ᾽ εἰς ἐλαχίστην ἀναφέρεται ποσότητα.

129

pr.Ἐν δὲ τῷ σλη΄ κεφ. Πλῆθός ἐστιν οἱ λοιποὶ πολῖται χωρὶς τῶν ἀξιωματικῶν.

130

pr.Ἐν δὲ τῷ ριη΄ κεφ. Πολέμιοί εἰσιν, οἱ πρὸς οὓς δημόσιον ψηφιζόμεθα πόλεμον. οἱ δὲ ἄλλοι λῃσταὶ ἢ κλέπται εἰσίν.

131

pr.Ἐν δὲ τῷ ρλα κεφ. Ποινή ἐστιν ἁμαρτήματος ἐκδίκησις.

132

pr.Ἐν δὲ τῷ σμγ΄ κεφ. Ἐπὶ τῆς ποινῆς οὐκ ἐστιν ἔκκλητος, ἀλλὰ ἅμα τὶς καταδικασθῇ, ὑπόκειται τῇ ἀπὸ τῶν νόμων ποινῇ. ὥρισται δὲ ἡ ποινὴ ὑπὸ τοῦ νόμου ἐφ᾽ ἑκάστῳ ἁμαρτήματι.

133

pr.Ἐν δὲ τῷ ροθ '· Τῷ ῥήματι τῷ ποιῆσαι καὶ ἡ τοῦ. ἀποδοῦναι αἰτία περιέχεται.

134

pr.Ἐν δὲ τῷ σιη· Τῷ ῥήματι τῷ ποιῆσαι πάντα τὰ ποιητὰ περιέχεται, δοῦναι, καταβαλεῖν, ἀριθμῆσαι, δικάσαι, πορευθῆναι.

135

pr.Ἐν δὲ τῷ σλθ΄· Πούπιλός ἐστιν ὁ ἄνηβος αὐτεξούσιος.

136

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ἡ τοῦ πράγματος προσηγορία πλατυτέρα ἐστὶ τῆς τῶν χρημάτων. ἐπειδὴ καὶ τὰ ἔξω τῆς οὐ- σίας ἡμῶν ὄντα περιέχει, ὁπότε ἡ τῶν χρημάτων σημασία εἰς ταῦτα τὰ πράγματα ἀναφέρεται.

137

pr.Ἐν δὲ τῷ κγ ' κεφ. Τῇ τοῦ πράγματος προσηγορίᾳ καὶ αἰτίαι καὶ τὰ δίκαια περιέχεται.

138

pr.Ἐν δὲ τῷ ρκγ΄ 5. Ἔχειν δοκῶ τὸ πρᾶγμα, ἐφ᾽ ᾧ ἁρμόζει μοι ἀγωγή.

139

pr.Ἐν δὲ τῷ σμα· Προτέκτουμ ἐστὶ τὸ ἐξέχον, ώστε ἐπιτίθεσθαι αὐτῷ ἐξώστην.

140

pr.Ἐν δὲ τῷ μέ· Σεμνὴν γυναῖκα ἐκ τῶν λοιπῶν γυναικῶν οἱ τρόποι διακρίνουσι καὶ χωρίζουσιν. ἀμέλει οὐδὲν διαφέρει, πότερον γεγάμηται ἢ χήρα ἐστὶν, εἴτε εὐγενὴς εἴτε ἀπελευθέρα ἐστίν. οὔτε γὰρ γάμος οὔτε γέννησις ποιεῖ τὴν σεμνὴν γυναῖκα, ἀλλὰ τρόποι χρηστοί.

141

pr.Ἐν δὲ τῷ σλθ· Σέρβοι ἀπὸ τοῦ φυλάττεσθαι καὶ μὴ φονεύεσθαι ἐκλήθησαν.

142

pr.Ἐν δὲ τῷ ρπγ ' κεφ. Σκηνὴ λέγεται πᾶσα οἴκησις.

143

pr.Ἐν δὲ τῷ ζ· Ἡ συνθήκη πᾶσαν ἐπερώτησιν καὶ ὁμολογίαν δηλοῖ.

144

pr.Ἐν δὲ τῷ σιθ΄· Ἐν τοῖς συναλλάγμασιν οὐ τοῖς ῥήμασιν, ἀλλὰ τῇ διανοίᾳ τῶν συναλλασσόντων προσέχομεν. ὅθεν ἐὰν παρὰ πόλεως μισθώσωμαι, ἐφ᾽ ᾧ διαβῆναι τὴν μίσθωσιν εἰς κληρονόμους, διαβαίνει καὶ εἰς λεγαταρίους.

145

pr.Ἐν δὲ τῷ ροζ΄ κεφ. Σωρίτης λέγεται ὁ παραλογισμὸς ἤτοι ἡ εἰρωνεία.

146

pr.Ἐν δὲ τῷ κζ '· Στιπενδίουμ λέγεται διὰ τὸ ἀπὸ λεπτῶν ἀργυρίων συνάγεσθαι. τὸ δὲ αὐτὸ καὶ τριβοῦτον λέγεται ἀπὸ τοῦ ἐπικλᾶσθαι τοῖς καταβάλλουσιν ἢ ἐπιμερίζεσθαι τοῖς στρατιώταις.

147

pr.Ἐν δὲ τῷ με κεφ. Τῷ ὀνόματι τῆς στρωμνῆς πᾶσα ἐσθὴς περιέχεται, καὶ τὰ στραγλίαν καὶ τὰ παλλίας, καὶ πᾶν ὃ περιβαλλόμεθα. [τῷ ὀνόματι δὲ τῆς τροφῆς ἡ ἐσθὴς, οὐ μὴν τὰ στραγλία περιέχεται.]

148

pr.Ἐν δὲ τῷ νγ· Ὁ συμπλεκτικὸς καὶ διαζευκτικὸς ἔσθ᾽ ὅτε ἀντ᾽ ἀλλήλων παραλαμβάνονται. καὶ παρατίθεται τὰ παραδείγματα, ἐν οἷς φησιν, ὅτι ἐπίτροπος χωρὶς οὐσίας οὐ δίδοται. ὁμοίως καὶ ἐν τῷ κθ ' κεφ. ἔφη. καὶ προείρηται εἰς τὸ Η.

149

pr.Ἐν δὲ τῷ κδ '· Τρεῖς σύστημα ποιοῦσιν.

150

pr.Ἐν δὲ τῷ λη΄ κεφ. Τέρας ὁρίζεται [δ] λαβεὼν ἅπαν τὸ παρὰ φύσιν ἑκάστου πράγματος γεννηθὲν καὶ γεγονός.

151

pr.Ἐν δὲ τῷ ρδ΄· Ἡ τῶν τέκνων προσηγορία καὶ εἰς τοὺς ἐκγόνους ἐκτείνεται.

152

pr.Ἐν δὲ τῷ ρκή· Ὁ τεχθεὶς νεκρὸς οὔτε γεννᾶσθαι δοκεῖ οὔτε παῖς λέγεται.

153

pr.Ἐν δὲ τῷ ρξβ΄· Καὶ ἑνὸς μόνου ὑπόντος καλῶς ὑποκαθιστῶμεν λέγοντες, τῷ τελευταῖον ἀποθνήσκοντι. καὶ ὁ μόνος γὰρ συγγενής πλησιάζων λέγεται.

154

pr.Ἐν δὲ τῷ σλδ΄· Τέκτονας ξύλων λέγομεν οὐ μόνον τοὺς τὰ ξύλα πελεκοῦντας, ἀλλὰ καὶ πάντας τοὺς οἰκοδομοῦντας.

155

pr.Ἐν δὲ τῷ σμα΄ κεφ. Τεῤῥιτοριούμ πάντες οἱ ὑπὸ τὴν πόλιν ἀγροί.

156

pr.Ἐν δὲ τῷ ραβ΄ κεφ. Τὸ εἰπεῖν, ἐὰν συμβῇ τῷ υἱῷ μου τίποτε, θάνατον δηλοῖ.

157

pr.Καὶ κεφ. ξ΄· Ὁ τόπος μέρος ἀγροῦ ἐστιν, ὁ δὲ ἀγρὸς ὁλόκληρόν τί ἐστι, καὶ ὡς ἐπίπαν χωρὶς τῶν οἰκημάτων. δύναται δὲ ἀπὸ τῆς διαθέσεως τοῦ κεκτημένου καὶ ὁ τόπος ἀγρὸς εἶναι, ὡς ὅταν ἀντὶ ἀγροῦ παραδῶμεν αὐτόν· καὶ ὁ ἀγρὸς εἶναι τόπος, ὡς ὅταν αὐτὸν ἑτέρῳ παραθήσωμεν ἀγρῷ. ὁ δὲ τόπος καὶ ἐπὶ πολιτικῶν καὶ [ἐπὶ] ἀγροικικῶν λέγεται. καὶ ὁ ἀγρὸς: ἰδίοις ὅροις περικλείεται, ὁ δὲ τόπος δύναται λανθάνειν μέχρι ποῦ διήκει.

158

pr.Ἐν δὲ τῷ ρκ΄ κεφ. Ὁ τόκος τῶν ἀργυρίων οὐκ ἐστι καρπός.

159

pr.Ἐν δὲ τῷ ρνζ΄· Τοϊχός ἐστιν εἴτε περίβολος εἴτε θριγκός.

160

pr.Ἐν δὲ τῷ μγ κεφ. Τῷ τῆς τροφῆς ὀνόματι καὶ τὰ βρώσιμα καὶ τὸ πόσιμα περιέχεται, καὶ τὸ ἔνδυμα, καὶ τὰ πρὸς τὸ ζῇν ἀναγκαῖα, καὶ τὰ πρὸς φυλακὴν ἢ φροντίδα τοῦ σώματος ἐπιτήδεια.

161

pr.Ἐν δὲ τῷ πγ· [Τῇ τοῦ υἱοῦ προσηγορίᾳ πάντας τοὺς παῖδας νοοῦμεν.]

162

pr.[Ἐν δὲ τῷ ρις΄·] Τῇ τοῦ υἱοῦ προσηγορίᾳ καὶ ἡ θυγάτηρ περιέχεται.

163

pr.Ἐν δὲ τῷ σ ' καὶ ση΄ 1. Τῇ τοῦ υἱοῦ προσηγορίᾳ καὶ τῇ τῶν ὑπεξουσίων καὶ οἱ ἔκγονοι περιέχονται.

164

pr.Ἐν δὲ τῷ λθ΄· Ὑποσημανθὲν λέγεται τὸ ὑφ᾽ ἑτέρου ὑπογραφόμενον. οἱ γὰρ παλαιοὶ τῷ τῆς ὑποσημειώσεως ὀνόματι ἀντὶ τῆς ὑπογραφῆς χρῆσθαι εἰώθησαν.

165

pr.Ἐν δὲ τῷ μ· Τῇ φαμιλίᾳ καὶ οἱ ἐλεύθεροι περιέχονται. εἷς δὲ ἢ δύο δοῦλοι φαμιλίαν οὐ ποιοῦσιν.

166

pr.Ἐν δὲ τῷ ραδ΄. Ἡ φαμιλία καὶ πρᾶγμα δηλοῖ, ὡς ὅταν ὁ νόμος λέγῃ, ἐγγύτερος συγγενὴς ἐχέτω τὴν φαμιλίαν. δηλοῖ καὶ πρόσωπα, ὡς ὅταν λέγωμεν περὶ τοῦ πάτρωνος καὶ τῶν ἀπελευθέρων. λέγεται καὶ φαμιλία κοινῶς ἐπὶ παντὸς γένους. λέγεται καὶ περὶ τῶν ὑπεξουσίων τοῦ ἑνὸς προσώπου.

167

pr.Ἐν δὲ τῷ σλς΄ κεφ. Τῶν μέσων ἐστὶ τὸ ὄνομα τοῦ φαρμάκου, καὶ δεῖ προστίθεσθαι καλὸν ἢ κακόν.

168

pr.Ἐν δὲ τῷ σλδ '· Κυρίως φέρεσθαι λέγομεν τὰ τῷ σώματι ἡμῶν βασταζόμενα· κομίζεσθαι δὲ διὰ τῶν ὑποζυγίων· ἄγεσθαι δὲ τὰ ἔμψυχα ὄντα.

169

pr.Ἐν δὲ τῷ ρα κεφ. Μεταξὺ φθορᾶς καὶ μοιχείας τοῦτο διαφέρειν τινὲς δοξάζουσιν, ὅτι ἡ μοιχεία εἰς τὴν γεγαμημένην, ἡ δὲ φθορὰ εἰς τὴν χῆραν πλημμελεῖται. ὁ δὲ περὶ μοιχείας λόγος ἀδιαφόρως τούτῳ τῷ λόγῳ χρῆται.

170

pr.Ἐν δὲ τῷ ξς΄· Ἡ τοῦ φορτίου προσηγορία μόνα τὰ κινητὰ περιέχει.

171

pr.Ἐν δὲ τῷ σς΄ κεφ. Τῇ τοῦ φορτίου προσηγορίᾳ οὐ περιέχονται οἱ ἄνθρωποι. ὅθεν οἱ σωματέμποροι οὐ λέγονται ἔμποροι, ἀλλὰ σωματέμποροι.

172

pr.[Ἐν δὲ τῷ ριε· Φοῦνδός ἐστι πᾶν εἴ τι δή ποτε ὑπὸ τοῦ ἐδάφους κρατεῖται.]

173

pr.Ἐν δὲ τῷ σζ΄ 3. Φοῦνδος καλεῖται καὶ τὸ οἴκημα καὶ ὁ ἀγρός. αἱ δὲ οἰκοδομίαι ἐν μὲν τῇ πόλει οἰκίαι λέγονται, ἐν δὲ τοῖς χωρίοις βίλαι. ὁ δὲ χωρὶς οἰκοδομῆς τόπος ἐν πόλει μὲν ἔδαφος λέγεται, ἐν χωρίῳ δὲ ἀγρὸς προσαγορεύεται.

174

pr.Ἐν δὲ τῷ σμβ΄· Χῆρα λέγεται οὐ μόνον ἡ διαζευχθεῖσα, ἀλλὰ καὶ ἡ μηδὲ ὅλως ἄνδρα ἐσχηκυῖα.

175

pr.Ἐν δὲ τῷ πή΄ κεφ. Σχεδὸν τοσαῦτα ἕκαστος χρήματα καταλιμπάνει, ὅσα ἐκ τῆς οὐσίας αὐτοῦ ἀθροισθῆναι δύνα ται. οὕτω λέγομεν ἑκατοντάκις ἑκατὸν χρυσοῦς ἔχειν τὸν μόνον ἐν κτήμασι καὶ τοῖς λοιποῖς πράγμασιν ἔχοντα οὐσίαν.

176

pr.Ἐν δὲ τῷ φζ΄· Ἐὰν ἐπερωτήσω σε, ὅσα χρήματα εἰς σὲ περιέλθῃ ἀπὸ τῆς κληρονομίας τοῦδε, αὐτὰ τὰ πράγματα δοκῶ ἐπερωτᾷν, οὐ μὴν τὰ τιμήματα αὐτῶν.

177

pr.Ἐν δὲ τῷ ροή κεφ. Οὐ μόνα τὰ ἀργύρια περιλαμβάνεται τῇ τῶν χρημάτων προσηγορίᾳ, ἀλλὰ καὶ πάντα τὰ σώματα.

178

pr.Ἐν δὲ τῷ σκβ΄ κεφ. Τῷ ὀνόματι τῶν χρημάτων οὐ μόνα τὰ χρήματα, ἀλλὰ καὶ πάντα τὰ κινητὰ καὶ τὰ ἀκίνητα καὶ τὰ σωματικὰ καὶ τὰ δίκαια δηλοῦται.

179

pr.Ἐν δὲ τῷ μς ' κεφ. Τὸ ψηφίσασθαι καὶ τὸ ὁρίσασθαι τὸ αὐτὸ δηλοῖ·.