JGR V 1.25
Περὶ ἀγωγῆς ἀφαιρέσεως πραγμάτων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κη΄ τί. ια΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι γυνὴ κλέψασά τι ἐκ τοῦ ἀνδρὸς τῇ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγῇ ἐνάγεται μετὰ διαζύγιον, οὐ μὴν τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον· ὥσπερ καὶ ἡ θυγάτηρ κλέψασα [ἐκ] τοῦ πατρός.
2
pr.Ἄτιμος ' γὰρ ἀγωγὴ κατὰ γαμετῆς οὐ δίδοται.
3
pr.Εἰ δὲ μετὰ διαζύγιον ψηλαφᾷ τὰ πράγματα, τῇ, περὶ κλοπῆς εἰς τὸ διπλοῦν ἐνέχεται.
4
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὅτι τὰ εἰρημένα περὶ ὑπεξουσίας γυναικὸς λέγομεν, καὶ περὶ ὑπεξουσίου ἀνδρός.
5
pr.᾿Εν δὲ τῷ ζ΄ κεφ. Ὅτι ὁ κινῶν τὴν περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγὴν ὅρκον ἐπάγειν δύναται· καὶ ὄμνυσι πρῶτος τὸν περὶ συκοφαντίας. Ὁ δὲ λεγόμενος κλέψαι μόνος ὀμνύειν ἀναγκάζεται, οὐ μὴν ὁ πατὴρ ἢ ὁ κληρονόμος αὐτοῦ. ἄδικον γάρ ἐστιν ἄλλον ὀμνύναι περὶ τοῦ ἀλλοτρίου ἀποτελέσματος. Διὸ οὔτε ἀντεπιφέρεται.
6
pr.Οὔτε᾽ ὁ τῇ περὶ κλοπῆς ἐναγόμενος ἐπιφέρει τῷ ἐνάγοντι, ἵνα ὀμόσῃ ὅτι κλέπτης ἐστίν.
7
pr.Ὅθεν οὐδὲ γυνὴ ἀντεπιφέρει.