IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.26

Περὶ ἀγωγῆς τῆς τὰ ἴδια ἐκδικούσης.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. ε΄, οὗτινος ἐν τῷ πα΄ κεφ. φησίν· Ὅτι ἡ τὰ ἴδια ἐκδικοῦσα ἀγωγὴ οὐ κινεῖται κατὰ τοῦ τὸ ἀλλότριον πεπρακότος, ἀλλὰ κατὰ τοῦ ἀγοραστοῦ νεμομένου τὸ πρᾶγμα. ἐναγόμενος δὲ ὁ ἀγοραστὴς οὐ καλῶς ἀπαιτεῖ τὸν δεσπότην τοῖ πράγματος κινῆσαι κατὰ τοῦ πράτου τὴν τὰ ἴδια ἐκδικοῦσαν ἀγωγήν· αὐτὸς γάρ ἐστιν ὁ νεμόμενος, οὐχ ὁ πράτης. ἀλλὰ χρὴ αὐτὸν παραγγέλλειν τῷ πράτῃ.

2

pr.Ἐν δὲ τῷ πβ΄ κεφ. Ἐν ταῖς τὰ ἴδια ἐκδικούσαις ἀγωγαῖς καὶ ἐν ταῖς προσωπικαῖς φυλάττεται ὁ κανὼν ὁ βουλόμενος τὸν ἐνάγοντα ἀκολουθεῖν τῷ φόρῳ τοῦ ἐναγομένου. ἡ μέντοι τὰ ἴδια ἐκδικοῦσα ἀγωγὴ καὶ ὅπου τὰ πράγματα διάκεινται δύναται κινηθῆναι.

3

pr.Ἐν δὲ τῷ πδ κεφ. Πᾶς ὁ ἀπὸ διοικήσεως ἐναγόμενος ἐν οἷς διῴκησε τόποις ἐνάγεται.