JGR V 1.27
Περὶ ἀγωγοῦ δημοσίου.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νη΄ τί. ιθ ', οἶτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ οἰκήτορες, δι᾽ ὧν παρέρχεται ὁ ἀγωγὸς, ἀτελεῖς ἔστωσαν, ἔξω τῶν διατετυπωμένων βαρῶν καὶ ἐδίκτων. καθαιρέτωσαν μέντοι τὸν ἀγωγὸν, ἐπειδὴ δήμευσιν ὑπομένουσι τοῦ χωρίου. καὶ ἀπὸ ιε΄ ποδῶν δένδρα ἐχέτωσαν· φυλαττόντων ταῦτα τῶν ταξεωτῶν.
2
pr.Καὶ ὅτι ' ἐάν τις ἀπὸ τοῦ ἀγωγοῦ κωνσταντινουπόλεως ἑλκύσῃ ὕδωρ εἰς χωρίον ἴδιον χάριν τοῦ ὑδρευθῆναι αὐτὸ, ἀπόλλυσιν αὐτὸ, τοῦ δημοσίου αὐτὸ ἀφαιρουμένου.
3
pr.Καὶ᾿ ὅτι εἴ τις δήποτε ἐκ θείας φιλοτιμίας ἐκτήσατο ὕδωρ ἀπὸ τοῦ ἀδριανείου ἀγωγοῦ, τοῦτο ἐπαρθήτω, καὶ μόνον ταῖς βασιλικαῖς ὑπουργείτω ὑπηρεσίαις καὶ τοῖς ὑδρείοις. μηδεὶς δὲ τιτράτω τοῦτον τὸν ἀγωγόν. ὡς εἴ γε παραβαίη τὶς ταῦτα, εἴτε οὖν ἀνενέγκαι βουληθῇ, ρ ' λίτρας προστιμᾶται. μήτε δένδρα ἔστωσαν ἐγγὺς, ἀλλὰ ἀπὸ δέκα ποδῶν. ταῦτα νομοθετοῦμεν καὶ περὶ τῶν μολυβδίνων σωλήνων τοῦ ἀχιλλέως καὶ τῶν ὑδρείων τῶν ἐχόντων ἐξ αὐτῶν, ὥστε ἄδειαν ἔχειν τὴν τάξιν τῶν ἐπάρχων ἀνερευνᾶν τοὺς οἴκους καὶ τὰ βαλανεῖα τὰ ἰδιωτικὰ, μήποτε κλέπτηται ὑπὸ αὐτῶν.
4
pr.Ἐν δὲ τῷ β΄ κεφ. Μηδεὶς ἀξίᾳ πεποιθὼς κακουργείτω ἢ εἰς ἀγωγὸν ἢ πηγὴν, ἢ λαθραίως ἀφέληταί τι ἐξ αὐτοῦ. μήτε ἐγγὺς αὐτοῦ φυτευέσθωσαν δένδρα, ἵνα μὴ βλάψωσιν αὐτόν. εἰ δὲ μήγε, εἴτε προάστειον εἴη εἴτε χωρίον ἢ ὑδρομύλιον ἢ κῆπος, δημευθήσεται μηκέτι ἀνακληθησόμενον.