IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.24

Περὶ ἀγωγῶν ἐκ διαφόρων αἰτιῶν συνισταμένων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νβ΄ τί. α΄, οὗτινος ἐν τῷ κδ΄ κεφ. φησίν· Ὅτι τῶν ἀγωγῶν β΄ γένη εἰσίν. ἢ γὰρ ἐν ῥέμ᾽ εἰσι καὶ καλοῦνται οὐινδικατίονες, ἢ προσωπικαὶ καὶ καλοῦνται κονδικτίκιοις. ἐν πράγμασι ἀγωγή ἐστιν ἡ ἀπαίτησιν ἔχουσα πράγματος ἰδίου, ἥτις ἀεὶ κατὰ νομέως ἁρμόζει. προσωπικὴ δέ ἐστιν ἡ κινουμένη κατὰ τοῦ ἐνεχομένου εἰς τὸ ποιῆσαί τι ἢ δοῦναι. Καὶ ὅτι τῶν ἀγωγῶν αἱ μὲν ἀπὸ συναλλάγματος τίκτονται, αἱ δὲ ἀπὸ φάκτου, αἱ δὲ ἰν φακτούμε εἰσιν. ἀπὸ συναλλάγματος ἀγωγαί εἰσιν, ἃς ἐπὶ κέρδει οἰκείῳ ποιεῖταί τις ἀγοράζων ἢ πιπράσκων ἢ μισθῶν, καὶ ἐπὶ τῶν ὁμοίων. ἀπὸ φάκτου, ὡς ἔνθα τὶς ἁμαρτήσει κλέπτων, ὑβρίζων ἢ ζημιῶν. ἐν ἀποτελέσματι ἀγωγή ἐστιν, ἣν ἔχει ὁ πάτρων κατὰ τοῦ ἀπελευθέρου κληθεὶς παρ᾽ αὐτοῦ ἄνευ συγγνώμης εἰς δικαστήριον. Πᾶσαι δὲ αἱ ἀγωγαὶ ἢ πολιτικαί εἰσιν ἢ πραιτωρίαι.

2

pr.Αἱ ποιναλίαι πᾶσαι μετὰ προκάταρξιν κατὰ κληρονόμων παραπέμπονται.

3

pr.Ἐν δὲ τῷ μη κεφ. φησίν· Ὅτι αἱ ἀπὸ συναλλάγματος ἀγωγαὶ διαβαίνουσι κατὰ κληρονόμων, εἰ καὶ ἁμάρτημα ἔχουσιν· ὡς ὅτε ἐπίτροπος δόλον ἐν τῇ ἐπιτροπῇ ποιήσει, ἢ ὁ παραθήκην δεξάμενος περὶ τὸ παρατεθέν. εἰ δὲ καὶ ὑπεξούσιοί τι τοιοῦτον πλημμελήσουσιν, οὐ νοξαλία, ἀλλὰ ἡ περὶ τοῦ πεκουλίου ἀγωγὴ ἁρμόζει.

4

pr.Ἐν δὲ τῷ ν ' κεφ. Αγωγή ἐστιν δίκαιον τοῦ ἀπαιτῆσαί τινα ἐν δικαστηρίῳ ὅπερ κεχρεώστηται.

5

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. λβ ' κεφ. γ ', ἐν ᾧ φησιν· Ὅτι δημοτικὴ ἀγωγή ἐστιν ἡ φυλάττουσα τὸ τοῦ δημοσίου δίκαιον.

6

pr.Ἀνάγν. καὶ βι. ιέ τί. β΄, ἐν ᾧ φησι περὶ τῆς πουβλικιανῆς ἀγωγῆς. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ κατὰ παράδοσιν λαβὼν παρὰ μὴ δεσπότου ἐξ εὐλόγου αἰτίας, καὶ μὴ διὰ χρήσεως δεσπόσας, ἔχει τὴν [πουβλικιανήν. ὁ γὰρ διὰ χρήσεως δεσπόσας ἔχει τὴν] πολιτικήν. καὶ κατὰ πολλοὺς δὲ νομικοὺς τρόπους κτᾶταί τις δεσποτείαν.

7

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὅτι τῷ κατ᾿ εὔλογον αἰτίαν λαβόντι πρᾶγμα καὶ ἐκπεσόντι δίδοται ἡ πουβλικιανή.

8

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ὅτι ἐξ οἱασδήποτε αἰτίας εὐλόγου προσπορισμοῦ εἰ λαβόντες πρᾶγμα ἐκπέσωμεν αὐτοῦ, χώρα τῇ πουβλικιανῇ.

9

pr.᾿ Ανάγν. καὶ βι. κδ΄ τί. γ΄, οὗτινος ἐν τῷ ιδ΄ κεφ. φησίν· Ὅτι ἡ κατὰ τοῦ χρεώστου προσωπικὴ ἀγωγὴ οὐκ ἀναιρεῖται, κἂν ὁ δανειστὴς ἐπιλέξηται τὰ ἐνέχυρα. ἀλλὰ λογίζεται μὲν εἰς τὸ χρέος τὸ τίμημα τοῦ ἐνεχύρου, τὸ δὲ ὑπόλοιπον ἀπαιτεῖ διὰ τῆς προσωπικῆς ἀγωγῆς.

10

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. ξβ΄, ἐν ᾧ φησι περὶ ἀγωγῆς διπλῆς, δυναμένης καὶ χρηματικῶς καὶ ἐγκληματικῶς κινεῖσθαι· οὗτινος ἐν τῷ α΄ κεφ. Ὁσάκις ἀπὸ ἰδικῆς ζημίας καὶ χρηματικὸν καὶ ἐγκληματικὸν ἁρμόζει, ἐπιλογὴν ἔχει τὶς, εἴτε τὸ ἐγκληματικὸν πρῶτον εἴτε τὸ χρηματικὸν κινῆσαι. ὅθεν δύναταί τις κινῆσαι τὸ περὶ βίας ἰδιωτικῆς δικαστήριον, καὶ μετὰ ταῦτα κινῆσαι τὸν νόμον τὸν περὶ βίας δημοσίας. δύναται πάλιν κινῆσαι κρυπτομένης διαθήκης τὸ δικαστήριον τὸ περὶ τῆς φανερώσεως τῆς διαθήκης, καὶ πάλιν δύναται κινῆσαι τὸν νόμον τὸν περὶ πλαστογραφίας.