JGR V 3.2
Περὶ γάμων κεκωλυμένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κη ' τί. ε΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Οἱ κεκωλυμένοι γάμοι γινώσκονται οὕτως. ἐπὶ τῶν ἀνιόντων καὶ κατιόντων εἰς ἀπέραντον ὁ γάμος κεκώλυται, κἂν μὴ ἐξ ἐννόμων ὦσι γάμων. οὐ δύναται γάρ τις λαμβάνειν τὴν ἰδίαν μητέρα ἢ μάμμην ἢ θυγατέρα ἢ ἐκγόνην, εἴτε φυσικαί εἰσιν εἴτε θεταὶ, εἰ καὶ τὰ μάλιστα ἡ θέσις ἐλύθη τῷ τρόπῳ τῆς αὐτεξουσιότητος· αἰσχυνέσθω γὰρ τῇ νῦν ἢ πάλαι τοῦ πατρὸς ἢ μάμμης προσηγορίᾳ. Καὶ μεταξὺ δὲ τῶν ἐκ πλαγίου προσώπων ἐστί τις κώλυσις. Τὴν γὰρ τοῦ ἀδελφοῦ μου ἢ τῆς ἀδελφῆς μου θυγατέρα λαμβάνειν πρὸς γάμον οὐ θέμις· ἀλλ᾽ οὐδὲ τὴν τούτων ἐκ γόνην. Ὁμοίως οὐδὲ τὴν θυγατέρα τοῦ θείου ἢ τῆς θείας, τουτἐστι τὴν ἐξαδέλφην μου. ἀλλ᾽ οὐδὲ ὁ υἱός μου τὴν ἐκγόνην αὐτῶν, οἵτινες λέγονται δισεξάδελφοι. Ἀλλ᾽ οὐδὲ τὴν πρὸς πατρὸς ἢ μητρὸς θείαν, εἰ καί εἰσι θεταὶ, ἐπειδὴ μητέρων τάξιν ἐπέχουσιν. καὶ πῶς συμβαίνει θετὴν εἶναι θεῖαν; οἷον ὁ πάππος μου ὁ πρὸς πατρὸς ἔχων υἱὸν τὸν ἐμὸν πατέρα ἔλαβε κόρην τινὰ εἰς θέσιν· καὶ ὁ μὲν ἐμὸς πατὴρ ἐκάλει αὐτὴν θετὴν ἀδελφὴν, ἐγὼ δὲ θεῖαν. ὡσαύτως οὐδὲ τὴν μεγάλην θεῖαν δύναμαι λαβεῖν, τουτέστι τοῦ πάππου ἀδελφὴν, εἰ καὶ θετή ἐστιν, ἐπειδὴ μάμμης τάξιν ἐπέχει. Εἰσὶ δὲ καὶ ἕτεροι οὐ διὰ θεσμὸν συγγενείας, διὰ δὲ ἀγχιστείαν μὴ προβαίνοντες. ἀγχιστεία δέ ἐστι οἰκειότης προσώπων ἐκ γάμων ἡμῖν συνημμένων συγγενείας ἐκτός. οἷον οὐ δύναμαι λαμβάνειν τὴν ἐμὴν προγονὴν ἢ νύμφην. καὶ προγονὴ μέν ἐστιν ἡ ἐξ ἄλλου θυγάτηρ καὶ ἐκγόνη καὶ προεκγόνη τῆς γαμετῆς μου· νύμφη δὲ ἡ τοῦ υἱοῦ καὶ ἐκγόνου καὶ προεκγόνου γαμετή. Οὐδὲ τὴν πενθεράν μου ἢ μητρυιάν μου, ἐπειδὴ μητέρων τάξιν ἐπέχουσιν. Οὐδὲ τὴν θυγατέρα τῆς ἀποζευχθείσης μου γυναικὸς, τὴν μετὰ τὴν ἀπόζευξιν τεχθεῖσαν ἐξ ἑτέρου ἀνδρός. τὴν τοῦ πατρός μου ἢ τοῦ ἀδελφοῦ μου μνηστὴν οὐ δύναμαι λαμβάνειν, κἂν γαμεταὶ αὐτῶν οὐ γεγόνασιν. ἡ μὲν γὰρ μητρυιᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει. Ὁ θετὸς υἱὸς καὶ αὐτεξούσιος γενόμενος οὐ δύναται τὴν γενομένην τοῦ θετοῦ πατρὸς γαμετὴν λαμβάνειν πρὸς γάμον, ὥσπερ οὐδὲ τὴν αὐτοῦ τοῦ υἱοῦ γαμετὴν ὁ αὐτεξούσιον αὐτὸν ποιήσας θετὸς πατὴρ, κἂν ἡ θέσις ἐλύθη, εἰ καὶ μὴ ἅπτεται τοῦ γένους αὐτῶν. ἡ μὲν γὰρ μητρυιᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει. Καὶ ὁ φυσικὸς δὲ ' πατὴρ οὐ λαμβάνει τὴν πορνογενῆ αὐτοῦ θυγατέρα. τὸ φύσει γὰρ δίκαιον καὶ τὸ εὐπρεπὲς ἐν τοῖς γάμοις σκοπεῖται. τὰ αὐτὰ καὶ περὶ δουλικῆς συγγενείας καὶ ἀγχιστείας φυλάττεσθαι χρή.
2
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Οὐ μόνον ἡ τοῦ πατρός μου, ἀλλὰ καὶ τοῦ πάππου καὶ προπάππου γαμετὴ μητρυιὰ λέγεται, καὶ κωλύομαι λαμβάνειν αὐτάς. κἂν πολλὰς ἔσχεν ὁ πατήρ μου, οὐδεμίαν αὐτῶν λαμβάνω. Οὐδὲ τὴν μητέρα τῆς ποτέ μου μνηστῆς. γέγονε γὰρ πενθερά.
3
pr.Οὐδὲ τήν ποτε γυναῖκα τοῦ προγονοῦ μου. οὐδὲ ἡ μητρυιὰ λαμβάνει τὸν γενόμενον ἄνδρα τῆς προγονῆς αὐτῆς.
4
pr.Τὴν προεκγόνην τῆς ἀδελφῆς μου γαμεῖν οὐ δύναμαι. γονέων γὰρ ἔχω πρὸς αὐτὴν τάξιν.
5
pr.Οὔτε τὴν θυγατέρα τῆς προγονῆς μου λαμβάνω.
6
pr.Ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐπιτετραμμένον, ἀλλὰ καὶ τὸ εὐπρεπὲς καὶ σεμνὸν ζητοῦμεν.
7
pr.Ἐν δὲ τῷ θ ' κεφ. Οὐκ ἔῤῥωται ὁ γάμος τῆς θυγατρὸς ἢ ἐκγόνης ἢ προεκγόνης τοῦ ἀξιωματικοῦ πρὸς ἀπελεύθερον ἢ σκηνικὸν ἢ υἱὸν σκηνικοῦ.
8
pr.Ἐν δὲ τῷ ί κεφ. Τὴν ἐκ πορνείας ἀδελφὴν οὐδεὶς λαμ· βάνει.
9
pr.Οὔτε ὁ θετὸς πατὴρ τὴν τοῦ θετοῦ υἱοῦ θυγατέρα, ἢ τὴν ἐκγόνην· Οὔτε ὁ θετὸς υἱὸς τὴν τοῦ πατρὸς μητέρα, ἢ τὴν ἀδελφὴν αὐτῆς, ἢ τὴν ἀπὸ υἱοῦ ἐκγόνην.
10
pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ἡ ἀπελευθέρα γαμηθεῖσα τῷ ἰδίῳ πάτρωνι μετὰ θάνατον αὐτοῦ οὐ γαμεῖται ἀπελευθέρῳ αὐτοῦ, ἵνα μή τις ἔχοι λέγειν, ὡς καὶ περιόντος ἔτι τοῦ πάτρωνος μοιχείαν ἐπλημμέλησε πρὸς αὐτήν. Κἂν ἀποδῷ τοὺς λόγους ὁ ἐπίτροπος τῷ κουράτορι, τὴν ἐπιτροπευθεῖσαν ὑπ᾽ αὐτοῦ οὐ δύναται λαβεῖν, ἕως οὗ γένηται κε΄ ἐτῶν καὶ ὁ τῆς ἀποκαταστάσεως τετραετὴς χρόνος παραδράμῃ, κἂν τὰ μάλιστα συναφθεῖσα πρὸς γάμον ἑτέρῳ παῖδας ἔσχεν.
11
pr.Οὔτε ὁ πατὴρ τοῦ ἐπιτρόπου οὔτε ὁ συνυπεξούσιος αὐτοῦ ἀδελφὸς δύναται γαμεῖν τὴν ὀρφανὴν, οὐδὲ ὁ υἱὸς ἢ ἔκγονος αὐτοῦ, ὡς ἐν τῷ κς ' κεφ. φησίν. ὁμοίως καὶ ἐν τῷ ιγ ' τοῦ α τίτλου.
12
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ὁ ἐπὶ μοιχείᾳ γυναικὸς κατηγορηθεὶς οὐ δύναται ταύτην γαμετὴν ἀγαγέσθαι.
13
pr.Ἡ τεκοῦσα ἐν τῷ πενθίμῳ παραχρῆμα δύναται γαμεῖν. Αἱ τῶν πενθουμένων καὶ αἱ τῶν μὴ πενθουμένων ἀνδρῶν γαμεταὶ κωλύονται ἐν τῷ πενθίμῳ καιρῷ γαμεῖσθαι.
14
pr.Ὁ παρθένον ἢ χήραν ἁρπάσας οὐ δύναται ταύτην γαμεῖν, οὐδὲ συναινοῦντος τοῦ ταύτης πατρὸς καὶ συγχωροῦντος τὸ ἔγκλημα.
15
pr.Ὁ ἀπὸ τοῦ ἁγίου βαπτίσματός τινα δεξάμενος οὐ δύναται αὐτὴν ὕστερον πρὸς γάμον ἀγαγέσθαι ὡς δῆθεν θυγατέρα αὐτοῦ γενομένην. οὐδὲ τὴν ταύτης μητέρα ἢ θυγατέρα· ἀλλ᾽ οὐδὲ ὁ υἱὸς αὐτοῦ· ἐπειδὴ οὐδὲν ἄλλο οὕτω δύναται εἰσαγαγεῖν πατρικὴν διάθεσιν καὶ δικαίαν γάμους κώλυσιν, ὡς ὁ τοιοῦτος δεσμὸς, δι᾽ οὗ θεοῦ μεσάζοντος αἱ ψυχαὶ αὐτῶν συνάπτονται.
16
pr.Ἐν δὲ τῷ λθ ' κεφ. Ἐάν τις οἱανδήποτε πράττων ἀρχὴν πειραθείη γῆμαι κόρην ἄκουσαν ' ἢ ἀκόντων τῶν γονέων τὴν οἱανδήποτε, δέκα λιτρῶν χρυσοῦ πρόστιμον ὑπὲρ αὐτῆς τῆς ἐγχειρήσεως διδότω.
17
pr.Ἐν δὲ τῷ μ ' κεφ. Ὡς ἐν συντόμῳ βούλεται ἡ διάταξις, μηδένα πραγματεύεσθαι γάμον ἑαυτῷ διὰ βασιλικῆς ἀντιφωνήσεως. ἐπεί, φησιν, καὶ δημευέσθω, καὶ μηδὲ παῖδες ἔστωσαν οἱ τικτόμενοι, κἂν συγχώρησιν πορίσηται δι᾽ αὐτῶν.
18
pr.Ἐν δὲ τῷ ιθ ' κεφ. [τοῦ δ΄ τί. φησίν]· Ὁ ἐν ἐπαρχίᾳ χειρίζων ὀφφίκιον οὐ δύναται γαμεῖν τὴν ἐν αὐτῇ γεννηθεῖσαν ἢ τὴν οἴκησιν ἔχουσαν ἐκεῖ, μνηστεύεσθαι δὲ οὐ κωλύεται. καὶ ἐὰν ἡ γυνὴ μετὰ τὴν ἀπόθεσιν τοῦ ὀφφικίου μὴ θελήσῃ γαμῆσαι, μόνους τοὺς ἀῤῥαβῶνας ἀποδίδωσι. τὴν δὲ προμνηστευθεῖσαν δύναται γαμεῖν. Ὁ ἐν ἐπαρχίᾳ χειρίζων ὀφφίκιον, εἰ καὶ αὐτὸς οὐ δύναται γαμεῖν κατὰ τὸν τοῦ ὀφφικίου καιρὸν, ἀλλ᾽ οὖν τὰς οἰκείας θυγατέρας ἑτέροις πρὸς γάμον συνάπτειν καὶ ἐπιδιδόναι προῖκα ὑπὲρ αὐτῶν οὐ κεκώλυται.
19
pr.Ἐν δὲ τῷ λα΄ κεφ. Ἐὰν παρὰ τὰς διατάξεις ὁ ἄρχων ἐκ τῆς ἐπαρχίας ἀγάγηται συναινοῦσαν γυναῖκα, τέως μὲν ἄχρηστος ὁ γάμος· ἐὰν δὲ μετὰ ταῦτα στέρξῃ τὸν πρὸς αὐτὸν γάμον ἡ γυνὴ, οἱ μετὰ ταῦτα τικτόμενοι παῖδες νόμιμοί εἰσι.
20
pr.Ἐν δὲ τῷ μα΄ κεφ. Ἐναπογράφῳ ἀλλοτρίῳ γαμεῖν ἐλευθέραν οὐκ ἔξεστιν, οὔτε ἀγνοοῦντος οὔτε εἰδότος οὔτε συναινοῦντος τοῦ κεκτημένου. ἀλλὰ καὶ εἴ τι τοιοῦτον παρὰ τοῦ ἐναπογράφου πραχθείη, πάρεστι τῷ δεσπότῃ καὶ αὐτῷ δι ἑαυτοῦ καὶ διὰ τοῦ τῆς χώρας ἄρχοντος σωφρονίζειν τε πληγαῖς μετρίαις τὸν ταῦτα πράξαντα ἐναπόγραφον καὶ ἀφέλ κειν ἀπὸ τῆς μάτην αὐτῷ συνούσης. ὥστε οὐδὲ γάμος ἐστὶ τὸ γενόμενον, οὐδὲ ἐπίδοσις προικὸς οὐδὲ προγαμιαίας δωρεᾶς. ὦ Σημ. ὅτι οὐ δεῖ διὰ βασιλέως τινὰ γάμον ἑαυτῷ συναλλάττειν.