JGR V 3.1
Περὶ γάμου νομίμου, καὶ πότε ἀναγκάζονται οἱ γονεῖς ἐκγαμίζειν τοὺς ἰδίους παῖδας.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κη ' τί. α΄ κεφ. ε΄, ἐν ᾧ φησιν· Ὁ κόρην ἥττονα τῶν δώδεκα ἐτῶν ἀγόμενος πρὸς γάμον οὐ συνίστησι γάμον. Ἀλλ᾽ εἰ μὲν προηγήσατο μνηστεία, μένει φυλαττομένη, κἂν τὰ μάλιστα τὴν μνηστευθεῖσαν ἐν τάξει γαμετῆς εἰς τὸν οἶκον αὐτοῦ ἀνήνεγκεν. εἰ δὲ μὴ προηγήσατο μνηστεία, μηδὲ τοιαύτην ἐξ ἀρχῆς ἔσχε διάθεσιν, οὐ διὰ τοῦτο μνηστεία νῦν γενέσθαι δοκεῖ.
2
pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Γάμος ἐστὶν ἀνδρὸς καὶ γυναικὸς συνάφεια καὶ συγκλήρωσις τοῦ βίου παντὸς, θείου τε καὶ ἀνθρωπίνου δικαίου κοινωνία.
3
pr.Ἐν δὲ τῷ β΄ κεφ. Οὐ γίνεται γάμος, εἰ μὴ συναινέσουσιν οἱ συναπτόμενοι καὶ οἱ ἔχοντες αὐτοὺς ὑπεξουσίους.
4
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἡ ἥττων τῶν δεκαδύο ἐτῶν γαμηθεῖσα τότε γίνεται νόμιμος γαμετή, ὅτε παρὰ τῷ ἀνδρὶ πληρώσῃ τὰ ιβ΄ ἔτη.
5
pr.Ἐν δὲ τῷ θ'ι κεφ. Ὁ δίχα τινὸς εὐλόγου καὶ δικαίας αἰτίας τοὺς ὑπεξουσίους αὐτοῦ παῖδας κωλύων, τοὺς μὲν υἱοὺς λαμβάνειν γαμετὰς, τὰς δὲ θυγατέρας ἀνδράσι συνάπτεσθαι, ἢ καὶ μὴ βουλόμενος προῖκα διδόναι, διὰ τῶν ἀρχόντων ἀναγκάζεται ἐκγαμίζειν καὶ προικίζειν. κωλύειν δὲ δοκεῖ ὁ μὴ ζητῶν μνηστείαν.
6
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ πρὸς ἐλευθέραν μὴ ποιησαμένην πόρον ἐκ τοῦ σώματος ἔχων συνήθειαν, οὐ παλλακὴν, ἀλλὰ γαμετὴν αὐτὴν ἔχειν δοκεῖ. Φανερῶς δὲ δοκεῖ πόρον ποιεῖν οὐ μόνον ἡ ἑαυτὴν ἐν χαμαιτυπείῳ προστήσασα, ἀλλὰ καὶ ἡ τῆς οἰκείας αἰδοῦς ἐν ἐργαστηρίῳ μὴ φεισαμένη. τὸ δὲ φανερῶς λέγομεν, ἐὰν χύδην ἄνευ φειδοῦς, οὐ μὴν ἐάν τις ἑαυτὴν ἐκδῷ μοιχοῖς ἢ αἰσχρουργοῖς, ἀλλ᾽ ἡ τάξιν προεστώσης ἐπέχουσα. ἡ δὲ ἐξ ἑνὸς ἢ δευτέρου λαβοῦσα χρήματα ἐπὶ μίξει πόρον φανερῶς ἐκ τοῦ σώματος οὐ δοκεῖ ποιεῖν.
7
pr.Ἐν δὲ τῷ Χ΄ κεφ. Ὁ [πατὴρ ὁ] μὴ ἐναντιούμενος τοῖς γάμοις τοῦ παιδὸς συναινεῖν δοκεῖ, καὶ τὸν ἐκ τούτου τικτόμενον ἔκγονον· ἀναγκάζεται τρέφειν.
8
pr.Ἐν δὲ τῷ νγ΄ κεφ. Ἐννόμους γάμους μεταξὺ ἀλλήλων συνιστῶσι ῥωμαῖοι, ἡνίκα τὰ περὶ τῶν γάμων τοῖς νόμοις διηγορευμένα φυλάξουσι. δεῖ δὲ τοὺς μὲν ἄῤῥενας ἐφήβους εἶναι, τὰς δὲ θηλείας ἀνδρὸς δεκτικὰς, τουτέστι τοὺς μὲν ὑπερβεβηκέναι τὸ τεσσαρεσκαιδέκατον ἔτος, τὰς δὲ μείζονας εἶναι τῶν δώδεκα ἐνιαυτῶν. ταῦτα δὲ λέγομεν, εἴτε αὐτεξούσιοι εἴτε ὑπεξούσιοί εἰσιν οἱ πρὸς γάμον συνιόντες. ἀλλ᾽ ἐπὶ τῶν ὑπεξουσίων καὶ ἕτερόν τι ζητοῦμεν, συναίνεσιν εἶναι τῶν γονέων, ὧν ὑπεξούσιοί εἰσιν οἱ συναπτόμενοι. τοῦτο γὰρ χρὴ γίνεσθαι, καὶ ὁ πολιτικὸς καὶ ὁ φυσικὸς ἀπαιτεῖ λογισμός.
9
pr.Ἐν δὲ τῷ νδ΄ κεφ. Τὸν γάμον διάθεσις ἀμοιβαία ποιεῖ, τῆς τῶν προικῴων οὐκ ἀεὶ ἐπιδεομένη προσθήκης. Δεῖ δὲ τοὺς μεγάλοις μὲν ἀξιώμασι κεκοσμημένους μέχρι πρωτοσπαθαρίων μὴ ἄλλως γάμοις προσομιλεῖν, εἰ μὴ προικῷα συγγράψαιεν συμβόλαια, πλὴν εἰ μή τις πρὸ τοῦ τυχεῖν τῶν τοιούτων ἀξιωμάτων ἐκ μόνης διαθέσεως ἠγάγετο γαμετήν. τοὺς γὰρ τοιούτους γαμοὺς τοὺς πρὸ τῆς ἀξίας γενομένους καὶ μετὰ τὴν ἀξίαν νομίμους εἶναι κελεύομεν, καὶ τοὺς ἐξ αὐτῶν τεχθέντας νομίμους εἶναι παῖδας. μετὰ μέντοι τὸ τιμηθῆναι τοιαύταις τινὰς ἀξίαις μὴ ἄλλως ἄγεσθαι γαμετὰς, πλὴν εἰ μὴ κατὰ προικῷα συμβόλαια. ταύτην δὲ τὴν τοῦ νόμου ἀκρίβειαν συγχωροῦμεν τοῖς ὑποτεταγμένοις τῇ ἡμετέρᾳ πολιτείᾳ βαρβάροις, εἰ καὶ ἀξιώμασι τοιούτοις ὑπάρχοιεν κεκοσμημένοι, ὥστε καὶ διαθέσει ψιλῇ δύνασθαι αὐτοὺς βουλομένους συναλλάσσειν γάμους. τοὺς δὲ λοιποὺς ἅπαντας παρὰ τοὺς ταῖς μεγάλαις ἀξίαις ὡς εἴρηται κεκοσμημένους, οἱασδήποτε εἶεν ἀξίας ἢ στρατείας ἢ ἐπιτηδεύσεως, εἰ μὲν βουληθεῖεν ἢ δυνηθεῖεν, οὐ κωλύομεν μετὰ προικῴων συμβολαίων ἄγεσθαι γαμετάς· εἰ δὲ καὶ τοῦτο μὴ παραφυλάξουσι, καὶ τοὺς ἐκ μόνης διαθέσεως ἀποδεικνυμένους γάμους βεβαίους εἶναι θεσπίζομεν, καὶ τοὺς ἐξ αὐτῶν τικτομένους νομίμους εἶναι παῖδας κελεύομεν.
10
pr.Ἐν δὲ τῷ νε κεφ. Τὸν μὲν νόμον, δι᾽ οὗ αἱ τῶν γυναικῶν συζυγίαι, ἃς ὁ αὐτὸς νόμος εὐτελεῖς ἐκάλεσε, πρός τινας ἀξιώμασι κεκοσμημένους κωλύονται, οὐδενὶ παντελῶς τρόπῳ κρατεῖν συγχωροῦμεν, ἀλλ᾽ ἄδειαν τοῖς βουλομένοις παρέχομεν, εἰ καὶ οἱοισδήποτε μεγάλοις ἀξιώμασι κοσμοῖντο, τὰς τοιαύτας γυναῖκας μετὰ προικῴων συμβολαίων ἑαυτοῖς συνάπτειν. οἱ δὲ λοιποὶ παρὰ τοὺς τοῖς μεγάλοις ἀξιώμασι κεκοσμημένους ἄδειαν ἐχέτωσαν τὰς τοιαύτας γυναῖκας λαμβάνειν, εἴτε ἐγγράφως βουληθεῖεν εἴτε μόνῃ διαθέσει γάμου, εἰ μέντοιγε ἐλεύθεραις εἴησαν, καὶ μεθ᾽ ὧν ἔξεστι γάμον ἐπιτελεῖσθαι. εἴ τις δὲ προικῷα γράψειε πρὸς ἐλευθέραν τὴν ἀρχὴν ἢ καὶ ἀπελευθέραν γυναῖκα, ᾗπερ ἔξεστιν ὅλως συνοικεῖν, ἐν παλλακῆς σχήματι συνοῦσαν αὐτῷ, ἢ νομίμων παίδων ἤδη πατὴρ γεγονὼς ἢ καὶ παίδων οὐ γενόμενος τοιού- των πατὴρ, γνήσιον εἶναι τὸν γάμον, καὶ τοὺς παῖδας τούς τε προειληφότας τούς τε κυοφορουμένους γνησίους αὐτῷ καθεστάναι θεσπίζομεν.