IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Β

JGR V 2.6

Περὶ βίας.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ίι τί. β΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὅτι βία ἐστὶ μεγάλου πράγματος ἐπέλευσις, ἣν οὐ δυνατὸν ἀπωθεῖσθαι.

2

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἔξεστι βίᾳ τὴν βίαν ἀπωθεῖσθαι. ὅθεν ἐὰν κατὰ φόβον ἐπερωτήσῃς τινὰ, καὶ ἀναγκάσω σε παραχρῆμα ποιῆσαι αὐτῷ ἀποχὴν, οὐκ ἐνέχομαί σοι.

3

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Καὶ ὁ καλῇ πίστει ἀγοράσας παρὰ τοῦ βιασαμένου, ἢ κατὰ δωρεάν ἢ κατὰ λεγάτον λαβὼν, ἐνέχεται.· καὶ ὅτι ὁ ποιήσας τὴν βίαν ἀναγκάζεται ἀποκαταστῆσαι, εἰ καὶ ἕτερος ἔχει τὸ πρᾶγμα· καὶ ὁ τὸ ἀφαιρεθὲν βιαίως ἔχων ἀποκαθίστησι, κἂν ἕτερος τὸν φόβον ἐπήγαγεν. Καὶ τὸ διαφέρον τετραπλασιάζεται, τουτέστι μετὰ καρπῶν καὶ πάσης αἰτίας.

4

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Σύγκειται τῷ τετραπλῷ καὶ αὐτὸ τὸ πρᾶγμα. Εἰ δὲ χωρὶς ἐπιβουλῆς καὶ δόλου τοῦ βιασαμένου μετὰ τὴν καταδίκην εἴσω τοῦ χρόνου τῆς καταδίκης τελευτήσει ὁ ἀφαιρεθεὶς δοῦλος, τὸ τριπλοῦν μόνον δίδωσιν. εἰ δὲ ἐν φυγῇ ἐστιν, δίδωσιν ἀσφάλειαν, ὡς ἀναζητεῖ αὐτὸν καὶ πάντως ἀποκαθίστησι. σώζεται δὲ τῷ βιασθέντι καὶ ἡ ἐπ᾿ αὐτῷ τῷ πράγματι ἀγωγὴ, καὶ ἡ περὶ τῆς φανερώσεως αὐ- τοῦ ἀγωγὴ καὶ πᾶσα ὑποῦσα αὐτῷ ἀγωγὴ πρὸς τὸ ἀνα- λαβεῖν αὐτόν. καὶ ἐὰν αὐτὸν ὁπωσοῦν ἀναλάβῃ, ἐναγόμενος ὁ βιασάμενος ἐκ τῆς ἐπερωτήσεως ἔχει παραγραφήν. ἀλλὰ ταῦτα μὲν μετὰ καταδίκην. εἰ δὲ πρὸ ψήφου εἰ καὶ χωρὶς ἐπιβουλῆς ἢ δόλου τελευτήσει, ἐνέχεται. ἐὰν οὖν ἄνευ ἐπιβουλῆς καὶ δόλου τοῦ ἐναγομένου φύγῃ, ἀσφαλίζεται παρὰ τοῦ δικαστοῦ, ὡς ἀναζητεῖ καὶ ἀποδίδωσιν. εἰ δὲ καὶ μὴ κατὰ ῥᾳθυμίαν τοῦ ἐναγομένου ἀπόληται τὸ πρᾶγμα, οὐκ ἂν δὲ ἀπόλλυτο εἰ μὴ γέγονεν ἡ βία, καταδικάζεται· ὥσπερ ἐπὶ τοῦ ἀπὸ βίας καὶ τοῦ βίᾳ ἢ λάθρα γίνεται. ὅθεν ἔσθ᾽ ὅτε τὸ τίμημα λαμβάνει, ὡς ἤμελλε πιπράσκειν, εἰ μὴ τὴν βίαν ὑπέστη. Ὁ βιασάμενος οὐκ ἐστι κλέπτης, εἰ καὶ τὰ μάλιστα ὁ ἅρπαξ ἀναιδής ἐστι κλέπτης. Τὸ διαφέρον μόνον τετραπλασιάζεται· ὅθεν ἐὰν χρεωστῶν τεσσαράκοντα νομίσματα κατὰ βίαν ὁμολογήσω τριακόσια καὶ καταβάλω, τὰ σξ΄ μόνα τετραπλασιάζεται. Πολλῶν βιασαμένων ἐὰν ὁ εἷς ἐναχθεὶς ἀποκαταστήσῃ πρὸ ψήφου τὸ πρᾶγμα καὶ μετὰ τὴν ψῆφον δῷ τὸ τετραπλοῦν, ἐλευθεροῦνται οἱ ἄλλοι. Εἰ δὲ μὴ τὸ πᾶν παράσχοι, ἐνέχονται ἐπὶ τῷ ἐλλείποντι. Τὸ αὐτὸ λέγομεν καὶ ἔνθα ἕτερος μὲν ἐβιάσατο, ἕτερος δὲ τὸ πρᾶγμα ἔχει. Ἐὰν δὲ δοῦλοι΄ βιάσωνται, καὶ τὸ πρᾶγμα πρὸς τὸν δεσπότην ἔλθῃ, ἐνάγεται καὶ περὶ τῶν δούλων καὶ οἰκείῳ ὀνόματι. καὶ εἰ μὲν τὸ πρᾶγμα ἢ τὸ τετραπλοῦν παράσχοι, συμβάλλεται τοῖς δούλοις· εἰ δὲ τῇ περὶ δούλων ἐναχθεὶς ἐκδώσει τοὺς δούλους, οὐδὲν ἦττον ἐνάγεται, εἰ περιῆλθεν εἰς αὐτὸν τὸ πρᾶγμα.

5

pr.Ἀνάγν. καὶ βι. ν ' τί. γ΄ ἀπὸ τοῦ ν ' κεφ. ἐν δὲ τῷ να κεφ. Ὁ βίᾳ ἐκβληθεὶς νομῆς διὰ τῆς περὶ βίας ἀγωγῆς ἐντὸς ἐνιαυτοῦ ἀναλαμβάνει αὐτὸ εἰς τὸ διπλοῦν, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν καὶ τοὺς καρπούς '. κατὰ δὲ κληρονόμων οὐ κινεῖται, εἰ μὴ μόνον εἰς τὸ περιελθὸν εἰς αὐτούς.

6

pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς τὴν βιαίως ληφθεῖσαν παρ᾽ αὐτοῦ νομὴν βεβαιοῖ τις.

7

pr.Ἐν δὲ τῷ νζ΄ κεφ. Ἐάν τις ἢ τοῦ δημοσίου ἢ ἄλλου τινὸς νεμομένου πρᾶγμα δίχα δικαστικῆς κελεύσεως βίᾳ ἀφέληται αὐτὸ, εἰ μὲν δεσπότης ἐστὶν, ἐκπεσεῖται αὐτοῦ· εἰ δὲ ἀλλότριον ἦν, οὐ μόνον αὐτὸ δίδωσιν ἀλλὰ καὶ τὴν ἀποτίμησιν αὐτοῦ τῷ τὴν ἁρπαγὴν ὑπομείναντι.

8

pr.Ἐν δὲ τῷ ξα΄ κεφ. Ἐάν τις ἀπόντος πρᾶγμα κατέσχε σχολάζον, οὐκ ἐνήγετο τὸ παλαιὸν ἢ τῷ περὶ βίας παραγγέλματι ἢ τῷ ὅπερ βίᾳ ἢ λάθρα, εἰ μὴ ἄρα τῇ τὰ ἴδια ἐκδικούσῃ ἀγωγῇ, ἐν ᾧ ὁ δεσπότης ἦν ὁ ἀπών. ἡμεῖς οὖν ὡς νομέα ὄντα βουλόμεθα κρατεῖσθαι τῷ περὶ βίας γενικῷ παραγγέλματι. γελοῖον γάρ ἐστι τὸ λέγειν, ὅτι ἐνόμιζον ἴδιον τὸ ἀλλότριον· ὥσπερ οὖν καὶ ἐπὶ τῆς [περὶ] κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῆς εἴπομεν, ὅτι ὁ παρὰ γνώμην τοῦ δεσπότου ψηλαφῶν κλοπὴν ἁμαρτάνει. ταῦτα δέ φαμεν, εἰ μὴ τριακονταετία παρῆλθεν ἐξ οὗ τῆς νομῆς ἐπελάβετο.

9

pr.Ἀνάγν. καὶ βι, να τί. δ΄ κεφ. κά, ἐν ᾧ φησιν· Μᾶλλον βοηθεῖται ὁ βιαίως ἐκβληθεὶς καὶ μετὰ ταῦτα πάλιν νεμόμενος, εἴπερ ὁ θέλων κινῆσαι τὸ τῆς βίας μὴ νεμόμενος, ἐπειδήπερ ἐντὸς ἐνιαυτοῦ μόνον κινεῖται.

10

pr.Ἀνάγν. καὶ βι. νη ' τί. κγ ', ἐν ᾧ καὶ περὶ τῶν λάθρα διαλέγεται, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι βία ἐστὶ τὸ πρᾶξαί τι ἐναντίον οὗπερ ἐκωλύετο, κἂν μικροῦ λίθου βολῇ κωλυθῇ κἂν ἀπὸ διαμαρτυρίας καὶ ἐπιμείνῃ ποιῶν, κἂν ὀφείλων κωλυθῆναι ἐμηχανήσατό τινα μὴ κωλυθῆναι· τὸ αὐτὸ κἂν κωλυθεὶς ἐνδέδωκε, μετὰ δὲ τοῦτο τὰ αὐτὰ ποιεῖ, μὴ ἐπιτραπεὶς παρ᾿ ἐμοῦ ἢ κατὰ ἄλλην εὔλογον αἰτίαν.

11

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Βίαν ποιεῖ ὁ μετὰ κώλυσιν ποιήσας, καὶ ὁ ἀπειλήσας τῷ ἀντιδίκῳ ἵνα μὴ κωλυθῇ, καὶ ὁ ἀποκλείσας τὸν πυλῶνα αὐτοῦ ἵνα μὴ παραγγελθῇ.

12

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. ιζ΄, οὗτινος ἐν τῷ ζ΄ κεφ. φησίν· Λέγει ὁ πραίτωρ· εἰ ἐκβάλῃς· τινὰ βιαίως ἢ σὺ ἢ ἡ φαμιλία σου ἀπὸ τοῦ τόπου, καὶ περὶ αὐτοῦ καὶ περὶ ὧν εἶχεν ἐκεῖ ἐντὸς ἐνιαυτοῦ, μετὰ δὲ ταῦτα εἰς τὸ περιελθὸν εἰς τὸν ἐκβάλλοντα κινεῖ. Εἰ κατ᾿ οἰκείαν γνώμην ἡ φαμιλία μου βίαν ποιήσει, εἰ μὲν περιῆλθέ τι εἰς ἐμὲ, ἀποκαθιστῶ· εἰ δὲ μὴ, εἰς νόξαν ἐκδίδωμι τοὺς δούλους μου καὶ ἀζήμιος μένω. δύναται γὰρ ὁ δοῦλος ἐν τούτῳ χείρονα ποιεῖν τὴν αἵρεσιν τοῦ δεσπότου.

13

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ἔξεστι βίᾳ τὴν βίαν ἐξωθεῖν καὶ ὅπλα ὅπλοις. Ὁ βίᾳ ἐκβληθεὶς ὅ, τι ἐνέμετο λαμβάνει. δεῖ γὰρ εἰς τὸ ἀρχαῖον ἀποκαταστῆναι τὸ πρᾶγμα, ἤγουν εἰς ὃ ἦν, εἰ μὴ ἐβιάσθη.

14

pr.Ἐν δὲ τῷ θ ' κεφ. Καλῶς ὅπλοις ἐξωθῶς τὸν μεθ᾽ ὅπλων ἐπιόντα, παραχρῆμα μέντοι. ὅπλα δέ εἰσι πάντα τὰ βέλη, οἷον ῥόπαλα, λίθοι, ξίφη, ῥομφαῖαι.

15

pr.Ἐν δὲ τῷ λ ' κεφ. Ἡ περὶ βιαίας ἁρπαγῆς πραγμάτων ἀγωγὴ ἐπὶ τοῖς κινητοῖς, οὐκ ἐπὶ τοῖς ἀκινήτοις ἁρμόζει.

16

pr.Ἀνάγν. καὶ τί. ιη΄, οὗτινος ἐν τῷ ί κεφ. φησίν· Ἡ καταδίκη τοῦ περὶ βίας δημοσίας ἐγκλήματος ἡ εἰς μέταλλον διηνεκὴς ἐξορία ἐστίν. Οἱ μεθ᾽ ὅπλων ἐπιόντες καὶ πορθοῦντες ἀλλοτρίους οἴκους ἢ ἀγροὺς εἰς κεφαλὴν τιμωροῦνται.

17

pr.Ἐν δὲ τῷ ια κεφ. Ὁ καταδικασθεὶς τῷ περὶ βίας ἰδιωτικῆς νόμῳ καὶ εἰς τὸ τρίτον τῆς οὐσίας δημεύεται, καὶ οὔτε συγκλητικὸς ἢ ἄρχων γίνεται ἢ ἄλλην ἀρχὴν μετέρχεται.

18

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ χωρὶς ἄρχοντος ἐπιβὰς προπετῶς τοῖς πράγμασι τοῦ χρεώστου ἐκπίπτει τοῦ χρέους. Καὶ δημεύεται εἰς τὸ τρίτον τῆς οὐσίας καὶ ἀτιμοῦται.

19

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ἐὰν βία γένηται καὶ συμβῇ φόνον γενέσθαι, εἴτε ἐκ τῶν βιασαμένων εἴτε ἐκ τῶν βιασθέντων, ὑποκείσθω τῇ κολάσει ἐκεῖνος ὁ τὴν βίαν ἐπαγαγεῖν ζητήσας. αὐτὸς γὰρ αἴτιος γέγονε τοῦ φόνου.

20

pr.Καὶ ὅτι ὅταν οἰκέτης δειχθῇ βίαν πεποιηκὼς ἢ διὰ οἰκείας ὁμολογίας ἢ διὰ μαρτύρων, ἐὰν παρὰ γνώμην τοῦ δεσπότου τοῦτο ἐτόλμησεν, [αὐτὸς] τιμωρηθήσεται· εἰ δὲ γνώμῃ τοῦ δεσπότου, αὐτὸς μὲν μεταλλισθήσεται, ὁ δὲ δεσπότης αὐτοῦ, εἰ μὲν ἐν ἀξιώματί ἐστιν ἢ τιμῇ, ἀτιμοῦται καὶ τῆς ἀξίας ἤτοι τιμῆς ἐκπίπτει· εἰ δὲ εὐτελὴς ᾖ ἢ ἄλλως ἄτι- μος, ἢ εὐϋπόληπτος μέν ἐστι, φαίνεται δὲ ταύτην τὴν βίαν πολλάκις ἁμαρτήσας, τὴν διηγορευμένην κατὰ τῶν βιαίων τιμωρίαν ὑποστήσεται. εἰ δὲ ὁ ἄρχων τὴν ἐλεγχθεῖσαν παρ ' αὐτῷ βίαν παρίδοι ἢ μετριώτερον τιμωρήσεται, ἀτιμοῦται.

21

pr.Ἀνάγνωθι καὶ τὸν περὶ ἁρπαγῆς τίτλον· εὑρήσεις γὰρ κἀκεῖσε περὶ βιαίας ἁρπαγῆς καὶ ἐν τῷ περὶ ἀποκαταστάσεως τίτλῳ προείρηται περὶ τῶν κατὰ βίαν δοθέντων ἢ πραχθέντων.

22

pr.Ἀνάγν. καὶ τί, νδ΄ κεφ. ιη΄ τοῦ ξ΄ βι., ἐν ᾧ φησιν· Ὁ βιασάμενος ἢ περιφρονήσας τῶν ἐκκλησιαστικῶν προνομίων πέντε χρυσοῦ λίτρας ζημιούσθω.