IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Β

JGR V 2.5

Περὶ βεβαιώσεως τῶν προκομιζομένων ἐγγράφων δικαιωμάτων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κβ ' τί. γ΄, οὗτινος ἐν τῷ α κεφ. φησί· Κἀκεῖνο δὲ ἡγούμεθα τῷδε χρῆναι προστεθῆναι τῷ νόμῳ. ἐπειδὴ γὰρ ἤδη γεγράφαμεν νόμον βουλόμενον ἐξ ἰδιοχείρων μηδεμίαν γίνεσθαι σύγκρισιν, εἰ μὴ ἄρα τριῶν μαρτύρων ὑπογραφὰς ἔχουσι τὰ χειρόγραφα, καὶ αὐτοὶ οἱ μάρτυρες συνομολογήσουσιν ὅτι ὑπέγραψαν ἢ ἀρνούμενοι περὶ τῆς ἰδίας χειρὸς ἀπὸ συγκρίσεως τῶν ἰδίων γραμμάτων ἐλεγχθῶσιν, ἀλλ᾽ ἐκ μόνων τῶν ἀγοραίων, ὁρῶμεν δὲ τὴν τῶν πραγμάτων πεῖραν δεομένην προσηκούσης ἐπανορθώσεως ἐν τῷ νόμῳ καὶ τοῦτο ἐξ αὐτῆς τῆς τῶν δικαζομένων εὕρομεν πείρας, ἐπανορθῶσαι αὐτὸν κατὰ τοῦτο βουλόμεθα τὸ σχῆμα. πολλάκις γὰρ προκομίσας τὶς ἰδιόχειρον συμβόλαιον καὶ ἐξ αὐτοῦ ποιούμενος ἢ τὴν ἐναγωγὴν ἢ τὴν τῶν οἰκείων δικαίων· ἀπόδειξιν, ἐπειδὴ τῆς αὐτῆς χειρὸς τὸ ἐναντίον μέρος προεκόμισε γράμματα, εἶτα νόμιμον σύστασιν ἐκεῖθεν ἠβουλήθη γενέσθαι ἐξ ὧν αὐτὸς ὁ ἀντιτεταγμένος αὐτῷ προκεκόμικεν, ὁ δὲ ἀπεκέχρητο τῷ νόμῳ τῷ δεῖν ἐξ ἀγοραίων συμβολαίων γενέσθαι τὰς συγκρίσεις, ἀλλ᾽ οὐ τῶν αὐτογράφων· θεσπίζομεν, εἴποτέ τι τοιοῦτον συμβαίη καί τις βουληθείη πρὸς αὐτὰ τὰ παρὰ τοῦ ἀντιδίκου προκομισθέντα γράμματα γενέσθαι τὴν ἐξέτασιν, μὴ διαβάλλεσθαι τοῦτο ὡς οὐκ ὀρθῶς γενόμενον. ᾧ γὰρ ἂν αὐτὸς πιστεύει καὶ ὃ προκεκόμικε καὶ ἐξ οὗ τὰ οἰκεῖα ἐπιῤῥώννυσι, τοῦτο οὐκ ἂν διαβάλλοι οὐδὲ κωλύσειε τὴν σύγκρισιν τῶν γραμμάτων γενέσθαι πρὸς αὐτὸ, κἂν εἰ τύχοι καθεστὸς ἰδιόχειρον. οὐ γὰρ ἂν αὐτὸς ἑαυτῷ πολεμοίη, καὶ ἅπερ ἰσχυρίζεται, ταῦτα διαβάλλοι. εἰ δὲ καὶ ἐκ δημοσίων ἀρχείων προκομισθείη χάρτης, οἷον ἀπόδειξις τῆς τραπέζης τῶν ἐνδοξοτάτων ὑπάρχων (ἴσμεν γὰρ δὴ καὶ τοῦτο ζητηθὲν), καὶ τὸ ἐκ [τῶν] δημοσίων προκομιζόμενον καὶ δημοσίαν ἔχον μαρτυρίαν καὶ τοῦτο δεκτὸν εἶναι πρὸς τὰς συγκρίσεις τίθεμεν. πανταχοῦ γὰρ τὰ τῆς παραποιήσεως μισοῦντες πλημμελήματα καὶ τὸν ὅρκον διδόναι τοὺς ἀντεξετάζοντας τὰ γράμματα νενομοθετήκαμεν, καὶ τὴν ἐξ ἀγοραίων μόνον· συμβολαίων παράθεσιν εἰσηγησάμεθα. ὥστε κρατείτω διὰ πάντων ὁ νόμος ἐκεῖνος τῆς παρούσης ὑποδιαιρέσεως ἐπιτιθεμένης αὐτῷ, τοῦ μέντοι ὅρκου τῶν συγκρινόντων ἐκ παντὸς τρόπου διδομένου.

2

pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Εἴ τις ἀσφαλῶς παρακαταθέσθαι βούλεται, μὴ μόνοις πιστευέτω τοῖς τοῦ λαμβάνοντος γράμμασι (τοῦτο ὅπερ ἐν τῇ δίκῃ ζητηθὲν, ἐπειδήπερ οὐ συνωμολόγησεν ὁ γεγραφέναι λεγόμενος αὐτοῦ καθεστάναι τὰ γράμματα, μεγάλην ἔσχε ταραχὴν, καὶ γράψαι ἕτερα καταδικασθέντος᾽ ἅπερ ἔδοξε παρόμοια μὲν, οὐ μὴν διὰ πάντων ἐοικότα, καίτοιγε ἐπὶ τοῖς γράμμασιν ἀκρίτου τοῦ πράγματος μεμενηκότος), ἀλλ᾽ ὁ τὴν παρακαταθήκην διδοὺς προσκαλείσθω καὶ μάρτυρας, ὡς οἷόν τε σεμνοὺς καὶ πίστεως ἀξίους καὶ οὐκ ἐλάττους τριῶν, ἵνα μὴ ἐπὶ μόνων ἠρτήμεθα τῶν γραμμάτων καὶ τῆς τούτων ἀντεξετάσεως, ἀλλ᾽ εἴη τοῖς δικάζουσι καὶ ἡ παρὰ μαρτύρων βοήθεια. καὶ γὰρ δὴ καὶ τοιαύτας μαρτυρίας προσιέμεθα, ὥστε παριόντας μάρτυρας λέγειν, ὡς αὐτῶν παρόντων ὑπέγραψεν ὁ τὸ συμβόλαιον ποιούμενος καὶ τοῦτο ἐπίστανται. εἰ γὰρ εὕροιμεν καὶ τοιούτους τινὰς μάρτυρας οὐκ ἐλάττους τῶν τριῶν ἀξιοπίστους καθεστῶτας, οὐδὲ τὴν τοιαύτην ἀπαγορεύομεν πίστιν· οὐ γὰρ ἵνα συστείλωμεν τὰς ἀποδείξεις τίθεμεν τὸν νόμον, ἀλλ᾽ ἵνα καὶ εἶναι αὐτοὺς ' ποιήσωμεν καὶ ἀσφαλῶς εἶναι. Ἀλλὰ κἂν εἴ τις δανείσματος συμβόλαιον ἢ ἄλλου τινὸς πράττοι καὶ μὴ βούλεται τοῦτο ἐπ᾿ ἀγορᾶς συνθεῖναι (ὅπερ καὶ ἐπὶ τῆς παρακαταθήκης ὁρίζομεν), μὴ αὐτόθεν δοκείτω πιστὸν τὸ γραφόμενον ἐπὶ τῷ δανείσματι συμβόλαιον, πλὴν εἰ μὴ καὶ μαρτύρων ἔχει παρουσίαν ἀξιοπίστων οὐκ ἐλαττόνων τῶν τριῶν, ἵνα εἴτε αὐτοὶ παραγίνοιντο καὶ τοῖς οἰκείοις μαρτυρήσαιεν γράμμασιν, εἴτε ἕτεροί τινες μαρτυροῦντες ὡς παρόντων αὐτῶν τὸ συμβόλαιον συνετάγη, λαμβάνει τὸ πρᾶγμα τὴν πίστιν ἑκατέρωθεν, οὐκ ἀποβλήτου παντελῶς καὶ τῆς τῶν γραμμάτων ' ἐξετάσεως οὔσης, ἀλλὰ μόνης οὐκ ἀρκούσης, τῇ δὲ προσθήκῃ τῶν μαρτύρων βεβαιουμένης. Εἰ μέντοι τοιοῦτό τι συμβαίη, ὁποῖον ἐπ᾿ ἀρμενίας ἐγένετο, καὶ ἕτερον μὲν ἡ παράθεσις τῶν γραμμάτων ἐποίει, ἕτερον δὲ αἱ μαρτυρίαι, τηνικαῦτα ἡμεῖς μὲν οἰόμεθα τὰ παρὰ ζώσης λεγόμενα φωνῆς καὶ μεθ᾽ ὅρκων ἀξιοπιστότερα τῆς αὐτῆς γραφῆς καθ᾽ αὑτὴν τυγχάνειν. πλὴν ἀλλ᾽ ἔστω τοῦτο τῆς τοῦ δικάζοντος ἀγχινοίας τε ὁμοῦ καὶ θεοφιλίας, τὸ τοῖς ἀληθέσι μᾶλλον ἀντὶ τῶν τοιούτων πιστεῦσαι. καὶ ἡμεῖς μὲν κατὰ τοῦτον τὸν τρόπον οἰόμεθα δεῖν ἀποδείκνυσθαι πιστὰ τὰ συμβόλαια. Εἰ μέντοι τὶς ἢ παρακατατιθέμενος ἢ δανείζων ἢ ἄλλως συμβάλλων ἀρκεσθείη τοῖς γράμμασι μόνου τοῦ πρὸς αὐτὸν συμβάλλοντος, ἐπ᾿ αὐτῷ κείσεται τὸ γινώσκειν, ὡς τῆς ἐκείνου πίστεως τὸ πᾶν αὐτὸς ἀνηρτήσατο καὶ ὅσον μὲν ἐκ τῆς γραφῆς οὐκ ἂν αὐτάρκης δόξειες κατὰ τὸν ἡμέτερον νόμον τῷ συμβολαίῳ προστίθεσθαι πίστις. εἰ δὲ ᾖ παρουσία τῶν μαρτύρων, ἐφ᾽ ὧν τὸ συνάλλαγμα γέγονεν, ἢ ἴσως ἡ τελευταία τοῦ πράγματος καταφυγὴ βοηθήσειεν αὐτῷς (φαμὲν δὲ τὴν ἐξ ὅρκων), οὐκ ἀκυροῦμεν τὸ γινόμενον. τὰς γὰρ παραποιήσεις καὶ τὰς μιμήσεις εὐλαβούμενοι καὶ γυμναῖς οὔσαις αὐταῖς οὐ πιστεύοντες τὴν τοιαύτην ἀκρίβειαν προστίθεμεν τῷ πράγματι, οὐχ ἵνα τοὺς πιστεύσαντας· ἀφελώμεθα τῆς ἑαυτῶν περὶ τοὺς φίλους πίστεως, ἀλλ᾽ ἵνα ὡς οἷόν τε τὴν ἀγνωμοσύνην τε καὶ ἄρνησιν πολλοῖς ἐλέγχωμεν τρόποις. Ἀλλὰ καὶ τὰ συμβόλαια τὰ ἐπ᾿ ἀγορᾶς συντελούμενα, εἰ καὶ τὴν τῶν συμβολαιογράφων ἔχει πλήρωσιν ', προσλαμβανέτω καὶ αὐτὰ πρὸ τοῦ τελέσματος τὴν ἐν γράμμασιὶ τῶν μαρ- τύρων ὡς εἴρηται παρουσίαν. Δεῖ μέντοι τοὺς δικάζοντας καὶ εἴ τινα σημεῖα εὕροιεν προσγεγραμμένα τοῖς χάρταις, καὶ ταῦτα ἀναζητεῖν καὶ ἀναγινώσκειν πειρᾶσθαι (πολλὰ γὰρ ἴσμεν καὶ ἐξ ἐκείνων διαφανέντα) καὶ μὴ προχείρως τὰς πίστεις τῶν γραμμάτων ἐκ παραθέσεως [ἑτέρων] προσίεσθαι διὰ τὰς ἔμπροσθεν ἡμῖν εἰρημένας αἰτίας. Εἰ μέντοιγε τελευτήσαιεν ἅπαντες οἱ μάρτυρες, ἢ καὶ ἄπεισι τυχὸν ἢ καὶ ἄλλως οὐ ῥᾴδιόν ἐστι τὴν ἐκ τῶν μαρτύρων τῶν ὑπογεγραφότων πίστιν ἐπιθεῖναι, μηδὲ ὁ συμβολαιογράφος περίεστιν ὁ τελέσας, εἴγε ἀγοραῖον εἴη, ὥστε μαρτυρῆσαι τοῖς ἑαυτοῦ, ἢ μηδὲ ἐνδημοίη, ἀλλὰ πάντως ἀνάγκη τὴν ἀντεξέτασιν τῶν γραμμάτων ἢ τῶν τελεσάντων ἢ τῶν ὑπογραψάντων παραλαβεῖν· τηνικαῦτα προσῆκόν ἐστιν, ἰέναι μὲν ἐπὶ τὰς συγκρίσεις (οὐδὲ γὰρ παντάπασιν αὐτὰς ἀπαγορεύομεν), διὰ δὲ πάσης ἀκριβείας χωρεῖν, καὶ πάντως εἰ νομίσειεν᾽ αὐταῖς χρῆναι πιστεύειν, καὶ ὅρκον ἐπάγειν τῷ προκομίζοντι, ὅτι μηδὲν συνειδὼς πονηρὸν τῷ παρ᾽ αὐτοῦ προκομιζομένῳ οὐδέ τινα τέχνην περὶ τὴν σύγκρισιν γενέσθαι παρασκευάσας οὕτω χρῆται τούτῳ, ὥστε μηδὲ ἀναιρεθῆναί τι παντελῶς καὶ διὰ πάντων τὸ ἀσφαλὲς τοῖς πράγμασι γενέσθαι. ἐπὶ γὰρ δὴ τῶν ἐπ᾿ ἀγορᾶς συνταττομένων συμβολαίων, εἴπερ ὁ συμβολαιογράφος παρέλθοι καὶ μαρτυρήσειε μεθ᾽ ὅρκου, εἰ μὲν οὐ δι᾽ ἑαυτοῦ ἔγραψεν ἀλλὰ διά τινος τῶν ὑπουργούντων αὐτῷ, παρίτω κἀκεῖνος, εἴγε περίεστιν, εἰ ' δυνατὸν [ὅλως] ἐστὶν αὐτὸν ἐλθεῖν καὶ οὐδεμία τὴν αὐτοῦ πάροδον αἰτία κωλύει, ἢ νόσος τυχὸν ἰσχυρὰ ἤ τις τῶν περιστάσεων τῶν ἄλλων ἅπερ ἀνθρώποις ἀπαντᾷ. εἰ δὲ καὶ ἀριθμητὴν ἔχει τὸ συμβόλαιον, κἀκεῖνος παραγινέσθω, ὥστε τρεῖς εἶναι τοὺς μάρτυρας, καὶ οὐχ ἕνα. εἰ δὲ οὔτε ἀριθμητής προσελήφθη, τό τε συμβόλαιον ἅπαν δι᾽ ἑαυτοῦ γέγραφέ τε καὶ ἐτέλεσεν ὁ συμβολαιογράφος, ἢ καὶ ὁ τοῦτο συγγράψας ἄπεστιν ἢ καὶ ἄλλως παρεῖναι οὐκ ἰσχύσει, αὐτὸς μέντοι μεθ᾽ ὅρκου τῷ οἰκείῳ τελέσμματι μαρτυρεῖ, ὥστε μὴς τῇ συγκρίσει γενέσθαι χώραν, ἔστω καὶ οὕτω πιστὰ τὰ συμβόλαια. ἡ γὰρ μαρτυρία καὶ παρὰ τῆς φωνῆς τοῦ τελέσαντος γινομένη καὶ τὸν ὅρκον ἔχουσα προσκείμενον ποιήσειεν ἄν τινα τῷ πράγματι ῥοπήν. εἰ δὲ ὁ συμβολαιογράφος ἐτελεύτησε, καὶ μαρτυρηθείη τὸ τέλεσμα ἐξ ἑτέρας παραθέσεως, εἰ μὲν καὶ οὕτως ἔχει τόν τε συντάξαντα τὸ συμβόλαιον περιόντα καὶ τὸν ἀριθμητὴν, παρίτωσαν κἀκεῖνοι, εἴγε ἐνδημοῖεν, [καὶ] ἐχέτω καὶ τὴν ἐκ παραθέσεως τῶν πληρώσεων τὸ γράμμα πίστιν καὶ τὴν ἐκ τῶν μαρτύρων. εἰ δὲ μηδεὶς τούτων εἴη, τηνικαῦτα γινέσθω μὲν ἡ τῶν τελεσμάτων παράθεσις, μὴ μόνα δὲ ταῦτα πρὸς τοῦτο ἀρκείτω, ἀλλὰ καὶ αἱ τῶν ἄλλων τῶν ὑπογεγραφότων ἴσως ἢ καὶ τῶν συμβαλλόντων γραφαὶ κατεξεταζέσθωσαν, ὥστε ἐκ πολλῶν παραθέσεων, τῶν τε τοῦ τελέσματος, τῶν τε ὑπογραφόντων ἴσως ἢ καὶ τῶν συμβαλλόντων, μίαν τινὰ συνάγεσθαι πανταχόθεν καὶ ἀποτελεῖσθαι πίστιν. εἰ δὲ οὐδὲν ἕτερον εὑρεθείη πλὴν τῆς παραθέσεως τῶν συμβολαίων, τὸ μέχρι νῦν κεκρατηκὸς προβαινέτω, τὸ τὸν προκομίζοντα εἰς τὴν παρ᾿ ἄλληλα κρίσιν τὸ συμβόλαιον ὀμνύναι τὰ νενομισμένα. ἵνα δέ τινα ὅλως τὸ πρᾶγμα λάβῃ προσθήκην εἰς πλείονα τοῦ πράγματος πίστιν, καὶ αὐτὸς ὁ ταῦτα αἰτῶν γενέσθαι προσομνύτω, ὡς οὐδὲ ἄλλης εὐπορῶν πίστεως ἐπὶ τὴν παρ᾽ ἄλληλα κρίσιν τῶν συμβολαίων ἐλήλυθεν, οὐδέ τι περὶ αὐτὴν ἔπραξεν ἢ ἐμηχανήσατο, ὅπερ ὡς εἰκὸς δυνηθείη τὴν ἀλήθειαν κατακρύψαι. ὧν ἔξεστιν ἀπηλλάχθαι τοῖς συμβάλλουσιν, εἴπερ βούλοιντο καὶ ἑκάτεροι πρὸς τοῦτο συμβαῖεν, τὸ ἐμφανῆ ποιεῖσθαι τὰ συμβόλαια, καὶ κατατίθεσθαί τε ἐπὶ πράξεως ὑπομνημάτων αὐτοὺς τοὺς συμβάλλοντας, ἵνα ἀπαλλαγεῖεν ἀγνωμοσύνης τε καὶ νοθείας καὶ παραποιήσεων καὶ ὁπόσα ἄλλα κακὰ ἐπανορθοῦντες τὸν παρόντα τίθεμεν νόμον· τῶν ἤδη παρ᾽ ἡμῶν ἐπὶ ταῖς παραθέσεσι τῶν γραμμάτων ταῖς ἐξ ἰδιοχείρων γινομέναις νενομοθετημένων ἐπὶ τῆς ἰδίας μενόντων ἰσχύος δηλαδὴ, καὶ τῶν ἐπὶ τοῖς τῶν γραμμάτων ἀνεπιστήμοσιν ἤδη κρατούντων ἐν τοῖς δικαστηρίοις τοῖς ἑαυτὴν ἐχόντων ἰσχὺν, ἐπειδήπερ ἐκ δικαστικῶν τύπων τὰ τοιαῦτα τὸν προσήκοντα ἔλαβεν ἐξετασμόν. Δεῖ δὲ ἐπὶ τῶν γράμματα οὐκ ἐπισταμένων ταβουλλαρίους δύο πάντως καὶ μάρτυρας παραλαμβάνεσθαι, ἐν οἷς εἰσὶ ταβουλλάριοι τόποις, μάλιστα δὲ μάρτυρας οὐκ ἀγνώστους τοῖς συμβάλλουσιν, ἵνα οἱ μὲν γράφωσιν ὑπὲρ τοῦ ἀγραμμάτου ἢ ὀλιγογραμμάτου καθεστῶτος, οἱ δὲ μαρτυρῶσιν, ὡς καὶ παρόντων αὐτῶν ταῦτα ἐπράχθη καὶ εἴδοιεν᾿ αὐτὸν, καὶ οὗτως ἡ τῶν τοιούτων συμβολαίων εἰσδεχθείη πίστις. δῆλον ὂν ὡς οὐκ ἐλάττους πέντε μαρτύρων ἐπὶ τῶν τοιούτων παραληφθήσονται, ἐν οἷς ἔσται καὶ ὁ γράφων ὑπὲρ τοῦ συμβάλλοντος ἢ τὸ πᾶν ἢ τὸ μετὰ τὰ ὀλίγα γράμματα τὰ παρ᾽ ἐκείνου τεθέντα, ὥστε μηδὲν διαπεσεῖν τῆς εἰς ἄκρον ἀκριβείας. καὶ ταῦτά φαμεν ἐπὶ τῶν ἐγγράφων συμβολαίων. εἰ γάρ τις ἀγράφως πράξαι οἱονδήποτε συνάλλαγμα βουληθείη, τοῦτο πρόδηλον, ὡς ἢ τὴν διὰ μαρτύρων ἢ τὴν δι᾽ ὅρκων δέξεται πίστιν, τοῦ μὲν ἐνάγοντος μάρτυρας παράγοντος, τοῦ φεύγοντος δὲ ὀμνύντος ἢ ἀντεπάγοντος, καθάπερ ἂν ὁ δικαστὴς τὴν ὑπόθεσιν τάξειεν, ἵνα μηδὲν εἴη μηδὲ τούτων ἀδιόρθωτον. κἀκεῖνο μέντοι τῷ νόμῳ προσθεῖναι καλὸν, ὥστε εἰ μέχρι μιᾶς χρυσίου λίτρας εἴη τὸ συνάλλαγμα, τὴν τοιαύτην παρατήρησιν ἐπὶ τούτῳ μὴ φυλάττεσθαι, ἀλλὰ κατὰ τὸ μέχρι νῦν πολιτευόμενον τὸ πρᾶγμα γίνεσθαι, ἵνα μὴ περὶ πραγμάτων σμικρῶν μεγάλας συντριβὰς ὑπομένωσιν ἄνθρωποι. Ταῦτα δὲ πάντα κρατεῖν ἐπὶ ταῖς πόλεσι βουλόμεθα· ἐπείτοιγε ἐν χωρίοις, ἔνθα πολλὰ τὰ τῆς ἁπλότητός ἐστι καὶ οὐδὲ γραφόντων ἢ μαρτυρούντων πολλῶν εὐπορία, τὰ μέχρι η Σημ. ὅτι ὁ φεύγων ὄμνυσιν ἢ ἀντεπάγει. νῦν παρ᾽ αὐτοῖς κρατοῦντα καὶ νῦν ἔστω βέβαια· τοῦτο γὰρ καὶ ἐπ᾿ αὐτῶν τῶν διαθηκῶν, ἐφ᾽ αἷς μάλιστα σπεύδομεν, ἤδη παρ᾽ ἡμῶν νενομοθέτηται. Καὶ τοῦτο ἐπὶ τούτοις παρακελευόμεθα, ὥστε εἴπερ τὶς ἔν τινι συμβολαίῳ ἑτέρου ποιήσεται μνήμην συμβολαίου, μηδεμίαν ἐκ ταύτης τῆς μνήμης ἀπαίτησιν γίνεσθαι, πλὴν εἰ μὴ καὶ τὸ ἕτερον συμβόλαιον, οὗτινος μνήμη κατὰ τὸ δεύτερον γέγονε, προκομισθείη, ἢ ἑτέρα παρασχεθείη κατὰ τοὺς νόμους ἀπόδειξις, ὅτιπερ καὶ ἡ ποσότης, ἧς μνήμη γέγονε, ταῖς ἀληθείαις ἐποφείλεται. τοῦτο γὰρ καὶ ἐν τοῖς παλαιοῖς εὑρίσκομεν νόμοις.