JGR V 2.4
Περὶ βασιλικῶν ἀντιγραφῶν καὶ κελεύσεων καὶ διατάξεων καὶ τύπων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. β ' τί. ε κεφ. β΄ καὶ δ ' καὶ κεφ. ζ΄, ἐν ᾧ φησιν· Ἐρρώσθω παράνομος ἀντιγραφὴ βασιλέως, ἐξ ὧν ἕτερον οὐκ ἀδικεῖ, ἢ ἐὰν᾽ ἐγκλήματος χαρίζηται παραχώρησιν.
2
pr.Ἀνάγν. καὶ κεφ. θ ' καὶ ιθ΄, ἐν ᾧ φησιν· Αργείτω πᾶσα οἱαδήποτε πρὸς τὸν τυχόντα δικαστὴν ἀντιγραφὴ γενικῷ παλαιομένη νόμῳ ἢ τὸ δημόσιον καταβλάπτουσα.
3
pr.Ἀνάγν. καὶ κεφ. κά, ἐν ᾧ φησι· Διηνεκῶς κρατείτωσαν αἱ βασιλικαὶ ἀντιγραφαὶ ῥητοῦ μὴ διορισθέντος ἐπ᾿ αὐτοῖς ἰδικῶς χρόνου.
4
pr.Ἀνάγν. καὶ κεφ. κβ΄, ἐν ᾧ φησι· Μηδεὶς τὰ ἴσα τῶν βασιλικῶν ἀντιγραφῶν, ἀλλὰ τὰ μεθ᾽ ὑπογραφῆς βασιλικῆς τὰ αὐθεντικὰ προφερέτω.
5
pr.Καὶ κεφ. κγ ' καὶ κδ΄, ἐν ᾧ φησιν· [Ὁ] οἱᾳδήποτε ἐναντιωθεὶς βασιλικῇ ἀντιγραφῇ ὡς ἱερόσυλος τιμωρείσθω.
6
pr.Καὶ κεφ. κε καὶ κέ΄, ἐν ᾧ φησιν· Ἐχέτω πάντως πᾶσα ἀντιγραφὴ τὸ εἰ ἀληθῆ ἐδίδαξε, καὶ μηδὲ ἄλλως ἐῤῥώσθω· τοῦ μὲν ὑπαγορεύσαντος ἢ δεξαμένου δικαστοῦ ὑπὸ μέμψιν ὄντος, τῶν δὲ γραψάντων ἐκπιπτόντων τῆς ζώνης.
7
pr.Καὶ κεφ. κζ΄, ἐν ᾧ φησι· Πραγματικὸς δὲ θεῖος μὴ ἐκφωνείσθω τύπος πρὸς ἰδικήν τινος ἰδιωτικοῦ πράγματος δέησιν, ἀλλὰ μόνον πρὸς σωματεῖον ἢ ἕτερον σύστημα ἢ πόλιν ἢ ἐπαρχίαν, τῆς ἀληθείας καὶ ἐπὶ τούτων σκοπουμένης.
8
pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Αἱ μεταγενέστεραι διατάξεις ἰσχυρότεραι τῶν πρὸ αὐτῶν εἰσιν.
9
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Τὰς ἀπὸ ἀναφορᾶς ἢ μηνύσεως ἢ κινουμένης δίκης ἐξενεχθείσας βασιλικὰς ἀντιγραφὰς, κυροῖ ἐπὶ μόνων τῶν προσώπων αὐτῶν ἡ διάταξις, καὶ τιμωρεῖται τοὺς ἀνατρέψαι αὐτὰς ἢ μὴ φυλάξαι πειρωμένους.
10
pr.Ἐν δὲ τῷ θ ' κεφ. Καὶ κατὰ βασιλέως οἱ γενικοὶ κρατείτωσαν νόμοι, καὶ πᾶσα παράνομος ἐκβαλλέσθω παραγραφή.
11
pr.Ἐν δὲ τῷ κγ ' κεφ. Θεσπίζομεν, ὥστε δίκης ἐξεταζομένης εἴτε ἐπὶ χρηματικαῖς ἢ ἐγκληματικαῖς ἢ ἑτέραις οἱαισοῦν ἀναφυομέναις αἰτίαις παρὰ δικασταῖς, εἴτε ἐνταῦθα εἴτε ἐν ἐπαρχίαις, μήτε πραγματικὸν τύπον μήτε ἑτέραν ἀντιγραφὴν μήτε θείαν τινὰ ἡμῶν ἔγγραφον κέλευσιν ἢ ἄγραφον ἢ κατάθεσιν ἐν ταύτῃ τῇ βασιλίδι πόλει παρὰ τῶν περιβλέπτων ἡμῶν ῥεφερενδαρίων ἢ ἑτέρου τινὸς, διατυποῦσαν αὐτοῖς, ὅπως δέοι τὴν ἀρχθεῖσαν αὐτοῖς ἐξετάζειν ἢ κρίνειν ὑπόθεσιν, καταφανῆ γίνεσθαι τοῖς δικάζουσιν ἢ καταφανή γενομένην κρατεῖν, ἀλλὰ κατὰ τοὺς γενικοὺς ἡμῶν νόμους τὴν δίκην ἐξετάζεσθαι καὶ τέμνεσθαι. τὸ γὰρ ἐπὶ τῇ τῶν νόμων κρινόμενον ἐξουσίᾳ οὐκ ἂν δεηθείη τινὸς ἔξωθεν διατυπώσεως.
12
pr.Ἀνάγν. καὶ βι. ή τί. α΄ κεφ. μ ' καὶ βι. ια΄ τί. β΄ κεφ. κδ΄ καὶ [βι.] νς ' τί. η ' κεφ. ζ΄, ἐν ᾧ φησιν· Ὁ εἰς περιγραφὴν τῶν δημοσίων βασιλέως ἀντιγραφὴν λαβὼν μὴ ὠφελείσθω. χρὴ γὰρ πάντας συντελεῖν τὰ δημόσια.
13
pr.Ἀνάγν. καὶ τί. ιθ΄, ἐν ᾧ φησι περὶ βασιλικῶν κελεύσεων ἤτοι θείων τύπων, ὥστε μὴ ἐῤῥῶσθαι αὐτοὺς, εἰ μὴ γένοιντο καταφανεῖς τοῖς τῶν πραιτωρίων ἐνδόξοις ὑπάρχοις.