IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Β

JGR V 2.3

Περὶ βασιλέως καὶ βασιλίσσης ἤτοι αὐγούστης.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. β΄ τί. ς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ βασιλεὺς τοῖς νόμοις οὐχ ὑπόκειται. ἡ αὐγούστα δὲ ὑπόκειται. δίδωσι δὲ αὐτῇ ὁ βασιλεὺς τὰ ἑαυτοῦ προνόμια.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ὅπερ ἀρέσει τῷ βασιλεῖ, νόμος ἐστὶν, εἴτε δι᾽ ἐπιστολῆς ἐνυπογράφου ' ὁρίσει ἢ διαγινώσκων ψηφίσεται ἢ ἐξ ἐπιπέδου ὁρίσει ἢ διὰ δόγματος προαγορεύει. καὶ λέγεται ταῦτα διατάξεις. τινὰ δὲ τούτων προσωπικά ἐστι καὶ οὐχ ἕλκονται πρὸς ὑπόδειγμα, εἴτε πρὸς φιλοτιμίαν εἴτε πρὸς ποινήν τινος ἐτέθησαν.

3

pr.Ἐν δὲ τῷ ιζε κεφ. Ἡ μεταξὺ δύο τινῶν βασιλέως ἀπόφασις καὶ ἐπὶ τῶν παραπλησίων κρατείτω.