JGR V 4.22
Περὶ τῆς κατὰ τῆς διαθήκης μέμψεως, καὶ πότε καὶ παρὰ τίνων δύναται κινεῖσθαι ἢ μὴ δύναται, καὶ περὶ προευτρεπισμοῦ διαθήκης.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λθ ' τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Γονεῖς καὶ παῖδες καὶ ἀδελφοὶ κινοῦσι τὴν κατὰ τῆς διαθήκης μέμψιν, οὐ μὴν καὶ οἱ λοιποὶ συγγενεῖς.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἡ κατὰ τῆς διαθήκης μέμψις χρῶμα εἰσάγει τὸ ὡσανεὶ μὴ φρονεῖν τὸν διαθέμενον· οὐχ ὅτι ταῖς ἀληθείαις παρεφρόνει ἢ ἐμεμῄνει· ἡ γὰρ ἂν οὐκ ἔῤῥωτο ἡ διαθήκη.
3
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Καὶ τοῖς ἐκ θηλυγονίας ἁρμόζει ἡ κατὰ τῆς διαθήκης μέμψις.
4
pr.Καὶ τοῖς ἐγκυμονουμένοις ὑπεξουσίοις ἐν τῷ τελευτᾷν τὸν διαθέμενον, καὶ συγγενέσιν ἁρμόζει ἡ κατὰ τῆς διαθήκης μέμψις, καὶ τοῖς μετὰ τελευτὴν τῆς μητρὸς ἐξ ἀνατομῆς ἐξενεχθεῖσιν.
5
pr.Ἐν δὲ τῷ ἐ κεφ. Προευτρεπίσαι τὴν διαθήκην ἐστὶν ἐπὶ μὲν τῶν ὑπεξουσίων τὸ μόνον ἀπειλῆσαι τὴν κίνησιν, ἢ τὸ πλέον τὸ διαμαρτύρασθαι ἢ λίβελλον ἐπιδοῦναι. ἐπὶ γὰρ τοῦ ὑπεξουσίου οὐκ ἀναγκαία ἡ διακατοχή, καὶ ἡ ὑπεισέλευσις τῆς κληρονομίας περιττή. περὶ δὲ τῶν μὴ ὑπεξουσίων εὐτρεπίσαι τὴν διαθήκην ἐστὶ τὸ πρᾶξαί τι τῶν εἰρημένων, καὶ ἁρμόζει τοῖς αὐτοῖς κληρονόμοις ἡ μέμψις.
6
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ κινήσας τὴν κατὰ τῆς διαθήκης μέμψιν καὶ ἡττηθεὶς ἐκπίπτει τοῦ ἐκ τῆς διαθήκης καταλειφθέντος αὐτῷ· δημεύεται γάρ. εἰ δὲ τελευτήσει ἢ ἀποστῇ πρὸ ψήφου ἢ κατὰ ἀπουσίαν ἡττηθῇ ἢ κελευσθῇ ἑτέρῳ ἀποκαταστῆσαι τὸ καταλειφθὲν, οὐκ ἐκπίπτει· μόνον γὰρ τοῦ ἰδίου κέρδους ἐκπίπτει. ὅθεν ἐὰν ὁ γραφεὶς κληρονόμος καὶ ἀξιωθεὶς ἀποκαταστῆσαι κινήσει τὴν κατὰ τῆς διαθήκης μέμψιν καὶ ἡττηθῇ, τὸ δυνάμενον αὐτῷ διὰ τοῦ φαλκιδίου περιγίνεσθαι ἀπόλλυσιν.
7
pr.Ἐν δὲ τῷ ιη ' κεφ. Κατὰ στρατιωτικῆς διαθήκης οὔτε στρατιώτης κινεῖ τὴν κατὰ τῆς διαθήκης μέμψιν.
8
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Καὶ οἱ σπούριοι κατὰ τῆς μητρώας διαθήκης κινοῦσι τὴν μέμψιν. Εἰ καὶ μετὰ προκάταρξιν τῆς κατὰ τῆς διαθήκης μέμψεως γένηται διάλυσις, μένει ἐῤῥωμένη ἡ διαθήκη.
9
pr.Ἐν δὲ τῷ δ'ι θέμ. Ὁ παρὰ γυναικὸς υἱοθετηθεὶς καὶ παραμεληθεὶς οὐ κινεῖ κατὰ τῆς διαθήκης αὐτῆς μέμψιν. γυνὴ γὰρ παρὰ κέλευσιν βασιλέως οὐχ υἱοθετεῖ.
10
pr.Ἐν δὲ τῷ λζ ' κεφ. Ὁ κινήσας τὴν κατὰ τῆς διαθήκης μέμψιν καὶ ἡττηθεὶς καλῶς μετὰ ταῦτα κατηγορεῖ τῆς διαθήκης ὡς πλαστῆς· καὶ τὸ ἐναντίον δὲ ὁ τὸ πλαστὸν πρότερον κινήσας καλῶς μετὰ ταῦτα τὴν κατὰ τῆς διαθήκης μέμψιν κινεῖ.
11
pr.Ἐν δὲ τῷ λη ' κεφ. Θυγάτηρ παρὰ τῆς μητρὸς ἀμνημόνευτος γενομένη καλῶς κινεῖ τὴν μέμψιν κατὰ τῆς διαθήκης.
12
pr.Ἐν δὲ τῷ μ ' κεφ. Ἡ μήτηρ κατὰ τῆς τοῦ παιδὸς διαθήκης καλῶς κινεῖ τὴν μέμψιν, κἂν ἀδελφὴν ἰδίαν ἔγραψεν ἐκεῖνος κληρονόμον.
13
pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Οἱ ἀδελφόπαιδες οὐ κινοῦσι κατὰ τῆς τῶν θείων διαθήκης μέμψιν. οὐδεὶς γὰρ τῶν ἐκ πλαγίου συγγενῶν, ὑπεξηρῃμένου ἀδελφοῦ καὶ ἀδελφῆς, τὴν κατὰ τῆς διαθήκης μέμψιν κινεῖ. ὡς πλαστὴν δὲ καὶ οὗτοι δύνανται διαβάλλειν τὴν διαθήκην.
14
pr.Ἐν δὲ τῷ μζ ' κεφ. Οἱ ἀδελφοὶ καὶ αἱ ἀδελφαὶ κατὰ διαθήκης ἀδελφοῦ ἢ ἀδελφῆς κινείτωσαν τὴν μέμψιν, ἐὰν οἱ γεγραμμένοι κληρονόμοι ἄτιμοι ὦσιν ἢ αἰσχροὶ καθ᾽ οἱανδήποτε κουφοτάτην ἀτιμίαν, ἢ ἀπελεύθεροι μὴ μεγάλαις εὐεργεσίαις τὸν ἴδιον ἀμειψάμενοι πάτρωνα. κατὰ δὲ δούλου ἀναγκαίου γενομένου κληρονόμου μὴ ἐναγέτωσαν.
15
pr.Ἐν δὲ τῷ νγ ' κεφ. θεμ. δ΄. Ὅτι ὁ χρόνος τῆς κατὰ τῆς διαθήκης μέμψεως οὐκ ἐκ τῆς τελευτῆς τοῦ διαθεμένου τρέχει, ἀλλ᾽ ἐξ οὗ ὁ κληρονόμος ὑπεισῆλθε τῇ κληρονομίᾳ. εἰ μὲν γὰρ ἐν τῇ αὐτῇ ἐπαρχίᾳ, εἴσω ἓξ μηνῶν ὑπεισέρχεσθαι ὀφείλει· εἰ δ᾽ ἐν ἄλλῃ μὲν ἐπαρχίᾳ διάγουσιν οἱ μέλλοντες τὴν κατὰ τῆς διαθήκης μέμψιν κινῆσαι, ἐν ἄλλῃ δὲ ὁ κληρονόμος, ἐντὸς ἐνιαυτοῦ συναπτοῦ ἀπὸ τῆς τελευτῆς τοῦ διαθεμένου ψηφιζομένου ὑπεισέρχεσθαι αὐτὸν ἢ ἀποτάττεσθαι τῇ κληρονομίᾳ. ἐὰν δὲ εἴσω τῶν εἰρημένων μὴ ὑπεισέλθῃ τῇ κληρονομίᾳ, τὸν ἄρχοντα διὰ τῆς τάξεως ἀναγκάζειν αὐτὸν ὑπεισελθεῖν.