IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.23

Περὶ τῆς κατὰ διαθήκης ἐναντιώσεως καὶ περὶ διακατοχῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λέ τί. ιζ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Πρώτη ἐστὶ διακατοχὴ ἡ κατὰ τῆς διαθήκης ἐναντίωσις. καὶ ὅτε πληρωθῇ ὁ χρόνος αὐτῆς, ἢ προτελευτήσουσιν οἱ παῖδες ἢ ἀπείπωσιν ἢ ἀπολέσωσι τὸ δίκαιον τοῦ αἰτῆσαι, δίδοται ἡ ἐκ τῆς διαθήκης βοήθεια.

2

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἕκαστος ἐγκυμονούμενος ἐν τῇ τελευτῇ τοῦ διαθεμένου αἰτεῖ διακατοχὴν τικτόμενος.

3

pr.Ἀνάγν. καὶ τί. ιθ΄, οὗτινος ἐν τῷ α κεφ. φησίν· Ἐὰν διαμάχωνται πρὸς ἀλλήλους ἔνστατος καὶ ὑποκατάστατος, τέως ὁ ἔνστατος ὀφείλει εἶναι ἐν τῇ νομῇ.

4

pr.Ἀνάγν. καὶ τί. κα κεφ. ιβ ' θεμ. γ ', ἐν ᾧ φησιν· Ἡ διακατοχή περαιτέρω τοῦ ὡρισμένου χρόνου οὔτε ἐπὶ στρατιωτικῆς διαδοχῆς αἰτεῖται.

5

pr.Ἀνάγν. καὶ βι. μ΄, οὗτινος ἐν τῷ α΄ τί. διαλαμβάνεται περὶ κυρίας διακατοχῆς. ἐν δὲ τῷ γ΄ κεφ. τοῦ αὐτοῦ τί. φησί· Διακατοχή ἐστι δίκαιον τοῦ ἐξεῖναι κρατεῖν τὴν οὐσίαν ἢ τὰ πράγματα τοῦ τελευτήσαντος.

6

pr.Κινεῖται δὲ (καθὼς ἐν τῷ ιζ ' καὶ ιθ΄ κεφ. φησὶ) παρὰ μὲν τῶν πλαγίου συγγενῶν ἐντὸς ρ ' ἡμερῶν, παρὰ δὲ τῶν κατιόντων ἐντὸς ἐνιαυτοῦ.

7

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ἐὰν γυνὴ ὀφείλουσα ἐμπροθέσμως αἰτεῖν διακατοχὴν μὴ αἰτήσῃ κατὰ νόμου ἄγνοιαν, ἡ τοῦ νόμου ἄγνοια οὐ συμβάλλεται αὐτῇ.

8

pr.Ἐν δὲ τῷ β΄ τί. διαλαμβάνεται περὶ ἀγαθῆς διακατοχῆς μαινομένου, νέου, ἀλάλου, κωφοῦ καὶ τυφλοῦ.

9

pr.Ἐν δὲ τῷ γ΄ τί. περὶ ἀγαθῆς διακατοχῆς ἐναντιώσεως διαθήκης, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐπὶ τῆς κατὰ τῆς διαθήκης ἐναντιώσεως παῖδας νοοῦμεν καὶ φυσικοὺς καὶ θετοὺς, εἰ μήτε κληρονόμοι μήτε ἀπόκληροι γεγόνασι. Καλοῦνται δὲ πρὸς τὸ νόμιμον καὶ τὴν τάξιν τοῦ πολιτικοῦ νόμου. Ἁρμόζει δὲ διακατοχὴ καὶ κυοφορουμένοις, καὶ τοῖς ἀπὸ τῶν πολεμίων ὑποστρέψασι παισίν.

10

pr.Ἐν δὲ τῷ β΄ κεφ. Οἱ παῖδες γραφόμενοι κληρονόμοι τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν οὐκ αἰτοῦσιν. ἔχουσι γὰρ τὴν ἐκ τῆς διαθήκης βοήθειαν. Εἰ δὲ ὑπὸ αἵρεσιν αἰτιατὴν ἐγράφη ὁ αὐτεξούσιος καὶ ἀτονήσει, ἀντ᾽ αὐτῆς αἰτεῖ τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν. Ὁ δὲ γεγραμμένος ὑπὸ αἵρεσιν ἠρτημένης αὐτῆς αἰτεῖ τὴν ἐκ τῆς διαθήκης βοήθειαν. ἐὰν γὰρ ἀτονήσῃ, ἔχει πάλιν τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν, εἰς ὅσον ἔμελλεν ἔχειν, εἰ ἐξ ἀρχῆς αὐτὴν ᾐτήσατο. Τὸ αὐτό ἐστι καὶ ὅτε ἔκγονος ὑπὸ τὰς αὐτὰς αἱρέσεις γράφεται κληρονόμος.

11

pr.Ἐν δὲ τῷ γ ' κεφ. Ἐὰν ἀμνημόνευτον ἐάσας τὸν υἱόν μου λεγατεύσω αὐτῷ ἢ τῷ δούλῳ αὐτοῦ, ἢ καὶ κληρονόμον τὸν δοῦλον αὐτοῦ γράψω, καὶ καταδέξηται τὸ λεγάτον ἢ κελεύσῃ τῷ δούλῳ τὴν κληρονομίαν ὑπεισελθεῖν, ἀπόλλυσι τὴν διακατοχήν. Καὶ ὅτι ἡ τοῖς παισὶν ἁρμόζουσα κατὰ τῆς διαθήκης ἐναντίωσις ἔχει χώραν, εἴτε κληρονόμος ἐφάνη τὶς εἴτε μή. κατὰ γὰρ τῆς διαθήκης δίδοται. ὅπερ ἐπὶ τοῦ πάτρωνος ἐναντίως ἔχει.

12

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἐὰν κληρονόμον ἢ ἀπόκληρον ποιήσας τὸν ὑπεξούσιόν μου υἱὸν ἀμελήσω τοῦ ἐξ αὐτοῦ ἐκγόνου, χώραν οὐκ ἔχει ἡ διακατοχή· οὐκ ἐστι γὰρ ὑπεξούσιος. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἑξῆς βαθμῶν.

13

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. θεμ. β΄. Οἱ ἀπόκληροι τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν οὐ κινοῦσιν, οὔτε μετὰ τῶν κινούντων καλοῦνται.

14

pr.Ἐν δὲ τῷ θ ' κεφ. Τοῦ αὐτεξουσίου αἰτοῦντος τὴν κατὰ της διαθήκης ἐναντίωσιν ἀναγκάζεται ὁ γεγραμμένος καὶ τὰ χωρία καὶ τοὺς δούλους καὶ πάντα τὰ προφάσει τῆς κληρονομίας αὐτῷ κτηθέντα δοῦναι.

15

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐὰν εἰς θέσιν δώσω ἐμαυτὸν, οὐκ ἀκολουθεῖ μοι ὁ αὐτεξούσιός μου υἱός. ἔχει δὲ κατὰ τῆς διαθήκης μου ἐναντίωσιν.

16

pr.[Ὁ] αἰτῶν τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν ἐκπίπτει τῶν λεγατευθέντων αὐτῷ καὶ τῶν θανάτου αἰτίᾳ δωρηθέντων, εἴτε αὐτῷ ταῦτα κατελείφθη εἴτε τινὶ τῶν προσποριζόντων αὐτῷ.

17

pr.Ἐν δὲ τῷ δ΄ τί. διαλαμβάνεται περὶ γαστρὸς εἰς διακατοχὴν στελλομένης· ὅπερ εὑρήσεις ἐν τῷ περὶ ἐγκυμονούσης.

18

pr.Ἐν δὲ τῷ ἐ τί. διαλαμβάνεται καὶ περὶ ἀμφιβαλλομένου ἀνήβου υἱοῦ· οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Αμφιβαλλομένου εἰ ἔστιν ὁ ἄνηβος υἱὸς τοῦ τελευτήσαντος, δίδοται αὐτῷ ἡ διακατοχή, καὶ τὸ δικαστήριον εἰς τὸν τῆς ἥβης καιρὸν ὑπερτίθεται. Εἰ δὲ μὴ παρέχεται τῷ ἀντιδίκῳ αὐτοῦ ἱκανοδοσία, πέμπεται σὺν αὐτῷ εἰς νομήν.

19

pr.Ἐν δὲ τῷ β΄ κεφ. Οὐ μόνον οἱ ἄῤῥενες, ἀλλὰ καὶ θήλειαι ἐξ ἀῤῥένων ἔχουσι τὴν μέχρι τῆς ἥβης διακατοχὴν, καὶ γενικῶς ὅσοι τὴν [κατὰ] τῆς διαθήκης ἐναντίωσιν [ἔχουσιν].

20

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐὰν ἡ μήτηρ περὶ τοῦ ὑποβολιμαίου κατηγορηθεῖσα νικήσει, μένει ἡ περὶ τῆς διακαταστάσεως τοῦ παιδὸς ζήτησις. τί γὰρ, ὅτι λέγεται καὶ μὴ εἶναι υἱὸς τοῦ τελευτήσαντος ἢ ἀπὸ νομίμου μὴ τεχθῆναι γάμου;

21

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ἡ διὰ τὴν ἀνηβότητα διακατοχή, ὥσπερ καὶ αἱ λοιπαὶ τῶν παίδων ὀρδινάριαι διακατοχαὶ, εἴσω ἐνιαυτοῦ παρέχονται. ὁ δὲ προνοῶν τοῦ παιδὸς οὐ μόνον τὴν μέχρι τῆς ἥβης διακατοχὴν αἰτεῖν ὀφείλει, ἀλλὰ καὶ τὴν ὀρδιναρίαν. ἄρχεται δὲ τρέχειν ὁ χρόνος τῆς μὲν ὀρδιναρίας ἀφ᾽ οὗ γνῷ τελευτῆσαι τὸν πατέρα καὶ εὐχέρειαν ἔσχεν αἰτῆσαι διακατοχὴν, τῆς δὲ μέχρι τῆς ἥβης ἀφ᾽ οὗ γνῷ ζήτησιν ὑφίστασθαι.

22

pr.Ὅθεν εἰ μὲν ἅμα γνῷ τὴν τελευτὴν τοῦ πατρὸς, καὶ ἡ περὶ καταστάσεως αὐτῷ γένηται ζήτησις, παρερχομένου τοῦ ἐνιαυτοῦ ἑκατέρας διακατοχῆς ἀποκλείεται.

23

pr.Ἐν δὲ τῷ ἐ κεφ. Ἐὰν παῖς ἐστιν ἐπιφέρων τῷ ἀνήβῳ τὴν ζήτησιν, εἴτε ἀσφάλεια δίδοται παρὰ τῷ ἀνήβῳ᾽ εἴτε μὴ, οἱ δύο εἰς νομὴν πέμπονται.

24

pr.Ἐν δὲ τῷ ς΄ τί. διαλαμβάνεται περὶ τῆς κινουμένης παρὰ τῶν αὐτεξουσίους ποιησάντων τοὺς παῖδας. οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Κατὰ μίμησιν τοῦ πάτρωνος καὶ ὁ αὐτεξούσιον ποιῶν τινα ἔχει τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν, εἴτε πατήρ ἐστιν εἴτε πάππος ἢ πρόπαππος. Ἔοικε γὰρ ὁ αὐτεξούσιος γενόμενος ἀπελευθέρῳ· ἀπελεύθερος δὲ εἰς θέσιν οὐ δίδοται, ἢ ἐὰν δοθῇ κατὰ συναρπαγὴν, οὐ βλάπτονται τὰ τοῦ πάτρωνος δίκαια οὔτε ἔῤῥωται ἡ θέσις. Εἴτε λάβῃ ὑπὲρ τῆς αὐτεξουσιότητος ὁ γονεὺς χρήματα, εἴτε μετὰ ταῦτα ὑπὲρ τοῦ μὴ παρενοχλῆσαι τὴν διαθήκην αὐτοῖ τὸ ἱκανὸν ὑποστῇ παρὰ τοῦ ζῶντος, κινῶν ἐκβάλλεται δόλου παραγραφῇ. Μόνοι δὲ οἱ αὐτεξουσίους ποιήσαντες ἔχουσι τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν, οὐ μὴν καὶ οἱ παῖδες αὐτῶν, εἰ καὶ τὰ μάλιστα οἱ τῶν πατρώνων παῖδες ἔχουσι κατὰ τῶν ἀπελευθέρων. Ὁ αὐτεξούσιον ποιήσας, πρὸς τῇ κατὰ τῆς διαθήκης ἐναντιώσει, ἔχει καὶ τὰ ἁρμόζοντα αὐτῷ ὡς πατρὶ ἀρχαῖα δίκαια.

25

pr.Ἐν δὲ τῷ ζ ' τί. διαλαμβάνεται πότε τῶν μὴ ἀπαιτούντων τὴν διακατοχὴν τὰ μέρη τοῖς αἰτοῦσιν ἁρμόζει, καὶ περὶ τῆς τῶν ὑπαρχόντων ἀπελευθέρων διακατοχῆς. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν πολλοῖς παισὶν ἁρμόσῃ διακατοχή, κἄν τινες παραιτήσωνται, οἱ δὲ ἄλλοι βουληθῶσι καταδέξασθαι, δύνανται λαμβάνειν εἰς τέλειον τὴν διακατοχὴν οἱ καταδεχόμενοι.

26

pr.Ἐν δὲ τῷ η΄ τί. διαλαμβάνεται περὶ τῶν παραιτουμένων τὴν τῶν ὑπαρχόντων διακατοχήν· οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν αὐτεξούσιος παραιτήσηται τὴν ἁρμόζουσαν αὐτῷ διακατοχὴν, οὐκέτι δύναται αἰτεῖν λέγων, ὅτι ἀπόντος τοῦ συνηγόρου μου παρῃτησάμην τὴν διακατοχήν.

27

pr.Ἐν δὲ τῷ θ ' τί. διαλαμβάνεται ὁμοίως περὶ διακατοχῆς· οὗτινος ἐν τῷ γ ' κεφ. θέμ. β΄ φησίν· Ἐὰν πρὸς τοὺς ἀδελφοὺς τῆς ἀδιαθέτου τελευτησάσης ὁ ἀνὴρ διαμάχηται, τέως διὰ τοῦ νόμου ἐπὶ νομῇ γινέσθωσαν τῶν πραγμάτων, τελευταίου φυλαττομένου αὐτοῖς τοῦ ἐπὶ τῆς δεσποτείας λόγου.

28

pr.Εὑρήσεις δὲ περὶ διακατοχῶν καὶ ἐν τῷ περὶ κληρονομιῶν τίτλῳ.