JGR V 4.24
Περὶ διαγνώσεων καὶ τάξεως αὐτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. μή τί. κβ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ λέγων ἑαυτὸν χρεωστεῖσθαι καὶ ἐναγόμενος περὶ τύχης ὀφείλει πρότερον ἐλεύθερος ἀποδειχθῆναι, καὶ τότε τὰ κεχρεωστημένα αὐτῷ ἀπαιτῆσαι.
2
pr.Ἐν δὲ τῷ γ ' κεφ. Ὁσάκις ἐνάγεταί τις περὶ ἐγκλήματος, παρὰ δὲ ἑτέρου περὶ τύχης, δεῖ ζητηθῆναι πρῶτον τὰ περὶ τύχης, ἵνα γνῶμεν πότερον τὸ ἔγκλημα ὡς κατὰ δούλης ἢ ὡς κατὰ ἐλευθέρας ὀφείλει ζητηθῆναι.
3
pr.Ἀνάγν. καὶ βι. ζ΄ τί. ε΄ κεφ. λα΄ θεμ. γ΄, ἐν ᾧ φησιν· Ἔσθ ' ὅτε εὐλόγως ἡ διάγνωσις ὑπερτίθεται, οἷον ἐὰν τὰ δικαιώματα τῆς τύχης᾽ ἔχει τὶς ἀπὼν διὰ πρᾶγμα δημόσιον, ἢ ὁ δικαζόμενος υἱὸν ἢ πατέρα ἢ ἄνδρα ἀπεβάλετο, καὶ ἐπὶ τῶν ὁμοίων.
4
pr.Καὶ κεφ. λς΄, ἐν ᾧ φησιν· Ἐὰν περὶ βίας καὶ νομῆς σκοπῇται, ἡ βία πρὸ τῆς δεσποτείας ζητεῖται.
5
pr.Καὶ κεφ. νδ΄, ἐν ᾧ φησιν· Ἡ μικρὰ αἰτία τῇ μείζονι οὐ προκρίνει. ἡ γὰρ μείζων ζήτησις εἰς ἑαυτὴν ἕλκει τὰ ἥττονα.