IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.21

Περὶ διατιθεμένων τῶν ἐν εὐσεβέσιν αἰτίαις καταλιμπανόντων τὶ, τυχὸν ἐπὶ τῷ κτισθῆναι ἐκκλησίαν ἢ καλλωπισθῆναι, εἴτε ἐπὶ αἰχμαλώτων ἀναῤῥύσει, εἴτε ἐπὶ ἀποτροφῇ πενήτων, ἢ γενέσθαι ξενῶνα ἢ ὀρφανοτροφεῖον ἢ πτωχεῖον.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ε΄ τί. γ'ι κεφ. α΄ καὶ κεφ. ζ΄, ἐν οἷς φησιν· Εἴ τις κατασκευὴν σεβασμίου εὐκτηρίου ἢ ξενῶνος ἢ πτωχείου ἢ ὀρφανοτροφείου ἢ νοσοκομείου ἢ ἄλλου σεβασμίου οἴκου ἐν τελευταίᾳ βουλήσει [γενέσθαι] διατυπώσει, τὸ εὐκτήριον μὲν εἴσω ε΄ ἐνιαυτῶν πληροῦσθαι κελεύομεν, προνοίᾳ τοῦ τῶν τόπων ἐπισκόπου καὶ τοῦ πολιτικοῦ ἄρχοντος· τὸν δὲ ξενῶνα καὶ τὸ πτωχεῖον ἢ ἄλλον σεβάσμιον οἶκον εἴσω ἑνὸς ἐνιαυτοῦ γενέσθαι. εἰ δὲ ἐντὸς ἐνιαυτοῦ μὴ ποιήσουσιν οἱ κληρονόμοι τὸν ξενῶνα ἢ οἱονδήποτε σεβάσμιον οἶκον ὑπὸ τοῦ διατιθεμένου τυπωθέντα γενέσθαι, κελεύομεν τούτους οἶκον ἢ ἀγοράζειν ἢ μισθοῦσθαι, ὅπου δύνανται τὰ κελευσθέντα πληρῶσαι, ἕως ἂν ὁ τοιοῦτος σεβάσμιος οἶκος πληρωθῇ.

2

pr.Ἐν δὲ τῷ ἡ΄ καὶ θ΄ κεφ. Εἰ δὲ καί τινες ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων ἢ ἀποτροφῆς πενήτων τὶ καταλίποιεν, τοῦτο τρόποις ἅπασι κατὰ τὴν τοῦ διαθεμένου γνώμην πληροῦσθαι. εἰ δὲ μὴ ἰδικῶς εἴποι, ποίου τόπου πένησι ταῦτα καταλέλοιπε καὶ διὰ τίνος χρὴ γενέσθαι τὴν τῶν αἰχμαλώτων ἀνάῤῥυσιν, παραλαμβάνειν τὰ πράγματα τὸν ὁσιώτατον ἐπίσκοπον τῆς πόλεως, ἐν ᾗ τὴν οἴκησιν ὁ διαθέμενος εἶχε, καὶ τοῖς τῆς αὐτῆς πόλεως διανέμειν, ὁμοίως δὲ καὶ τὸ εἰς τοὺς αἰχμαλώτους ἔργον ἀποπληροῦν. εἰ δὲ οἱ ταῦτα ποιῆσαι κελευσθέντες [ἅπαξ καὶ δὶς παρὰ τῶν ἐπισκόπων ὑπομνησθέντες] ὑπέρθωνται τὰ διατυπωθέντα πληρῶσαι, κελεύομεν τούτους ἅπαν κέρδος καταλειφθὲν αὐτοῖς παρὰ τοῦ ταῦτα κελεύσαντος ἀπολλύναι. εἰ δὲ ὁ κληρονόμος τὰ εἰς εὐσεβεῖς αἰτίας καταλελειμμένα μὴ πληρώσει, λέγων τὴν καταλειφθεῖσαν αὐτῷ οὐσίαν μὴ ἀρκεῖν πρὸς ταύτας, κελευόμεν παντὸς τοῦ ἐκ τοῦ φαλκιδίου κέρδους σχολάζοντος, ὅσον δήποτε εὑρεθῇ ἐν τῇ τοιαύτῃ οὐσίᾳ, προχωρεῖν προνοίᾳ τοῦ ἐπισκόπου εἰς τὰς αἰτίας εἰς ἃς καταλέλειπται. εἰ δὲ λεγάτον εἰς εὐσεβεῖς αἰτίας καταλειφθῇ παρά τινος, εἴσω μηνῶν ἓξ ἀπὸ τῆς ἐμφανίσεως τῆς διαθήκης ἀριθμουμένων παρέχεσθαι. εἰ δὲ ὑπέρθωνται οἱ τοῦτο βεβαρημένοι παρασχεῖν, καὶ καρποὺς καὶ τόκους καὶ πᾶσαν νόμιμον ἐπαύξησιν ἀπαιτηθήσονται ἀπὸ τοῦ καιροῦ τῆς τελευτῆς τοῦ καταλιπόντος.