JGR V 4.20
Περὶ τῶν διαθήκην ἀνοιγόντων ἢ μεταγραφόντων ἢ ἀναγινωσκόντων παρὰ τὸν νόμον, ἢ ἀπαλειφόντων ἢ κρυψάντων ἢ κλεψάντων, ἢ γραψάντων ἐν αὐτῇ λεγάτον εἴτε ἑαυτοῖς εἴτε ἑτέρῳ, ἢ ἄλλο τὶ περὶ αὐτὴν ἁμαρτησάντων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λέ τί. ις ' κεφ. ζ ' καὶ κεφ. ιγ΄, ἐν ᾧ φησιν· Ἡ παράνομος τῆς διαθήκης ἄνοιξις καὶ ἡ ἐξέτασις πενταετίᾳ περικλείεται, ὅτε ἐξωτικὸς λέγεται φονεῦσαι. εἰ γάρ τις τῶν κατιόντων, διηνεκής ἐστιν ἡ κατηγορία.
2
pr.Καὶ κεφ. κζ ', ἐν ᾧ φησιν· Ἐὰν πολλῶν ὄντων κληρονόμων ἀκόντων ἢ ἀγνοούντων τινῶν ἀνοιγῇ διαθήκη, τῶν ἰδίων μερῶν οὐκ ἐκπίπτουσιν.
3
pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. μα κεφ. β΄, ἐν ᾧ φησι· Ὁ κλέψας διαθήκην ἢ κρύψας ἢ ἁρπάσας ἢ ἀπαλείψας ἢ ὑποβαλὼν ἢ ἀποσφραγίσας ἢ πλαστεύσας ἢ κατὰ δόλον ἀναγινώσκων, ἢ δολερῶς παρασκευάσας ταῦτα γενέσθαι, τῷ τῆς πλαστογραφίας ἐγλήματι ὑπόκειται.
4
pr.Καὶ κεφ. κς΄, ἐν ᾧ φησιν· Ἐὰν υἱὸς ἀπαλείψῃ τὴν πατρῷαν διαθήκην καὶ ὡς ἐξ ἀδιαθέτου κληρονομήσῃ, κἂν τελευτήσῃ, ἀφαιρεῖται τοῦ κληρονόμου αὐτοῦ πᾶσα ἡ τοῦ πατρὸς κληρονομία.
5
pr.Ἀνάγν. καὶ κεφ. μθ ' καὶ κεφ. ξ΄, ἐν οἷς φησιν· Οὐδεὶς δύναται γράψας διαθήκην ἑαυτῷ προσγράψαι λεγάτον. ὁ δὲ ἀνομολογῶν ἀγνοεῖν τὸν νόμον, καὶ ἐπαγγελλόμενος μὴ λαμβάνειν τὸ καταλελειμμένον ἑαυτῷ, οὐχ ὑποπίττει τῇ ἀπὸ τοῦ περὶ πλαστογραφίας νόμου τιμωρίᾳ.
6
pr.Καὶ κεφ. ξα΄ καὶ ξβ΄, ἐν οἷς φησι· Ἐὰν στρατιώτης ἐν διαθήκῃ συστρατιώτου γράψῃ ἑαυτῷ λεγάτον, ἰσχυρὸν μὲν οὔκ ἐστι τὸ γράψαι, πλὴν οὖν ἀργεῖ ὁ νόμος ὁ περὶ πλαστογραφίας.
7
pr.Ἐάν τις ὑπαγορεύοντος τοῦ διαθεμένου ἐλευθερίαν ἑαυτῷ προσέγραψεν, ἄρχηστος μὲν ἡ ἐλευθερία, πλὴν ἡ τοῦ πλαστοῦ τιμωρία συγκεχώρηται.