JGR V 4.17
Περὶ διαθήκης ῥηγνυμένης ἀπὸ ἀμνημονεύτων παίδων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λέ τί. η΄ κεφ. ζ΄, ἐν ᾧ φησιν· Ἐὰν υἱὸς ἀμνημόνευτος ἐαθῇ, οὐκ ἔῤῥωται ἡ διαθήκη, κἂν πρὸ τοῦ πατρὸς ἀποθάνῃ, οὔτε ῥήγνυται ἡ προγενομένη ἔχουσα τὸν υἱὸν κληρονόμον.
2
pr.Καὶ κεφ. ια, ἐν ᾧ φησιν· Ὅτι [ὁ τικτόμενος ὑπεξούσιος, εἰ καὶ ἀτελὴς ᾖ, ἀναπνέων μέντοι,] καὶ ὁ ἐξ ἀνατομῆς ῥήσσει τὴν διαθήκην.
3
pr.Καὶ κεφ. κβ΄ καὶ λ΄, ἐν οἷς φησι· Τοὺς ὑπεξουσίους δεῖ γράφειν κληρονόμους ἢ ἀποκλήρους. ἐπεὶ ἀμνημόνευτοι γενόμενοι ῥήσσουσι τὴν διαθήκην, εἰ μὴ ἐν αἰχμαλωσίᾳ εἰσίν.
4
pr.Καὶ κεφ. λς΄, ἐν ᾧ φησιν· Ἐὰν ὑπεξούσιος κυοφορούμενος ἀμνημόνευτος ἐαθεὶς ἐν διαθήκῃ τεχθῇ μὲν, φωνὴν δὲ μὴ ἀφήσῃ, ἢ ὅλως τέλειος γεννηθῇ ζῶν, κἂν ἅμα τῷ πεσεῖν ἐν τῷ ἐδάφει ἐτελεύτησεν ἢ ἐν ταῖς χερσὶ τῆς ἰατρίνης, ῥήγνυσι τὴν διαθήκην.