IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.18

Περὶ διαθήκης παρανόμου καὶ ἀκύρου καὶ ῥηγνυμένης.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λθ ' τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Παράνομος λέγεται διαθήκη, ὅτε μὴ κατὰ νόμον γένηται. ἀντὶ μηδενὸς, ὅταν ἀμνημόνευτος γένηται ὁ ὑπεξούσιος. ῥηγνυμένη, ὅτε δευτέρα γένηται, ἐξ ἧς ἠδύνατό τις κληρονομῆσαι, ἢ ὑπεξούσιος ἐπιτεχθῇ. ἄκυρος δέ ἐστιν, ὅτε μὴ κληρονομεῖται ἡ κληρονομία.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἡ ἀτελὴς δευτέρα τὴν πρώτην οὐ ῥήσσει, εἰ μὴ στρατιωτική ἐστιν ἤ τις ἐν αὐτῇ τῶν ἐξ ἀδιαθέτου γέγραπται.

3

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Τοὺς κυοφορουμένους δεῖ ἐν οἱῳδήποτε τόπῳ ἢ βαθμῷ ἀποκλήρους ποιεῖν, ἵνα μὴ ἐπαναβαίνοντες ῥήξωσι τὴν διαθήκην. Κυοφορούμενος δέ ἐστιν ὁ μετὰ θάνατον τοῦ πατρὸς τικτόμενος, ἢ ἐν ζωῇ αὐτοῦ μετὰ τὸ γενέσθαι τὴν διαθήκην. Καὶ ὁ μὲν ἐν φύσει ἀμνημόνευτος γινόμενος οὐ δικαίαν ποιεῖ τὴν διαθήκην· ὁ δὲ κυοφορούμενος ῥηγνυμένην, ὅτε τεχθῇ.

4

pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἄκυρος γίνεται διαθήκη, ὅταν τὴν ἐλευθερίαν ὁ διαθέμενος ἀπολέσῃ, αἰχμάλωτος τυχὸν γενόμενος ἢ κεφαλικῶς κατακριθείς. ἅμα γὰρ τῇ ψήφῳ ἄκυρος αὐτοῦ ἡ διαθήκη γίνεται. τοῖς δὲ στρατιώταις καταδικαζομένοις ἀπὸ στρατιωτικοῦ ἐγκλήματος ἐπιτρέπεται στρατιωτικῶς διατίθεσθαι, καὶ ἐὰν βουληθῶσιν, ἔῤῥωται ἡ προγενομένη. Τοῦ περιοριζομένου οὐ παραχρῆμα γίνεται ἄκυρος, ἀλλ᾽ ὅταν ὁ βασιλεὺς τὸ γεγονὸς ἀποδέξηται. τότε γὰρ καὶ ὑφ-- ίσταται τὴν τῆς καταστάσεως ἐναλλαγήν. Τῶν αἰχμαλώτων αἱ διαθῆκαι, εἰ καὶ γίνονται ἄκυροι, ὅμως εἴτε ὑποστρέψουσι, βεβαιοῦνται διὰ τοῦ δικαίου τῆς ὑποστροφῆς, εἴτε τελευτήσουσιν ἐκεῖ, διὰ τοῦ νόμου βεβαιοῦνται.

5

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Καὶ ὁ διὰ υἱοθεσίας ἐπιγινόμενος ὑπεξούσιος ῥήσσει τὴν διαθήκην.