IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.16

Περὶ τῶν ἐν διαθήκῃ χαραγέντων ἢ περικλουβισθέντων ἢ ἀπαλειφθέντων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λέ τί. ζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τὰ περιχαραγέντα ἢ περισφραγισθέντα ἢ ἀπαλειφθέντα, εἰ μὲν κατὰ πρόνοιαν ἢ εἴδησιν τοῦ διατιθεμένου, ἄκυρά ἐστιν· εἰ δὲ ἄλλως, ἔῤῥωται, κἂν ἔν τινι μέρει τῆς διαθήκης εἶπεν αὐτὸς ταῦτα πεποιηκέναι. τότε δὲ ἀπαιτοῦνται, ὅτε θεωρεῖσθαι καὶ ἀναγινώσκεσθαι δύνανται· ἢ ἀποδειχθῆναι δύνανται, κἂν μὴ ἀναγινώσκωνται. ἐπειδὴ καὶ ἡ διαθήκη εἰ καὶ μὴ φαίνεται, ἔῤῥωται τὰ ἐν αὐτῇ ἑτέρωθι δεικνύμενα. ἀλλὰ τοῦτο τὸ εἰπεῖν ὅτι αὐτὸς ταῦτα πεποίηκα χώραν ἔχει, ὅτε πρὸ τοῦ πληρωθῆναι τὴν διαθήκην τὰ λεχθέντα γέγονε.