IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.15

Περὶ διαθηκῶν, ποίῳ τρόπῳ ἀνοίγονται καὶ μεταγράφονται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λέ τί. ς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἕκαστος βουλόμενος εὐχέρειαν λαμβάνει θεωρῆσαι καὶ μεταγράψαι οἰκείῳ ὀνόματι καὶ ἀλλοτρίῳ τὴν διαθήκην. Χωρὶς γὰρ τοῦ προενεχθῆναι αὐτὴν οὔτε ἔξω δικαστηρίου διαλύεσθαι περὶ τῶν ἐν αὐτῇ, οὔτε ἐν δικαστηρίῳ ζητεῖσθαι τὸ ἀληθὲς δύναται.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐάν τις ἀρνῇται τὴν ἰδίαν σφραγίδα, ὕποπτος μέν ἐστιν ἡ διαθήκη, ἀνοίγεται δέ.

3

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ὅτε διαθήκη ἐν πρώτοις ἀνοίγεται, παρὰὶ τοῦ δικαστοῦ ἀναγκάζονται παρεῖναι οἱ μάρτυρες, καὶ τὰς οἰκείας ἐπιγινώσκειν σφραγίδας ἢ ἀρνεῖσθαι αὐτάς.

4

pr.Ἐν δὲ τῷ ς ' κεφ. Τοῦ πλείονος μέρους τῶν μαρτύρων εὑρισκομένου ἀποσφραγίζεται καὶ ἀναγινώσκεται.

5

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Καὶ μὴ παρόντων μαρτύρων ἐπιτρεπέτω ὁ ἄρχων ἐπὶ ἐντίμων ἀνδρῶν ἐμφανισθῆναι αὐτὴν, καὶ πάλιν ἐξ αὐτοῦ σφραγισθῆναι.