IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.14

Περὶ τῶν κωλυόντων διαθήκην γενέσθαι.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λε΄ τί. δ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ κωλύσας γενέσθαι ἢ ἀλλαγῆναι διαθήκην, ὡς ἐξ ἀδιαθέτου καλούμενος ἢ ἐν προτέρᾳ γεγραμμένος, ἐκπίπτει τοῦ κλήρου καὶ δημεύεται.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ὁ κατὰ δόλον κωλύσας τοὺς μάρτυρας εἰσελθεῖν ἐκπίπτει τοῦ κλήρου, οὐ μὴν ἐὰν μὴ αὐτὸς, ἀλλ᾽ ἀδελφὸς αὐτοῦ κωλύσῃ.

3

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ὁ ἀναγκάσας τινὰ ἢ ἑαυτὸν ἢ ἑτερόν τινα γράψαι κληρονόμον ἐνάγεται χρηματικῶς καὶ ἐγκληματικῶς.

4

pr.Ἐν δὲ τῷ ζ ' κεφ. Ἐάν τις κωλύσῃ τινὰ διαθέσθαι, ἢ ἀρξάμενον αὐτὸν διατίθεσθαι κωλύσῃ πληρῶσαι τὴν διαθήκην, κατέχεται μὲν καὶ τῷ ζημιωθέντι προφάσει τῆς κωλύσεως, καὶ εἴ τι δὲ ἄλλο περισσεύει, δημεύεται, καὶ ἐξορίζεται καὶ αὐτός.