JGR V 4.13
Περὶ διαθηκῶν καὶ διατιθεμένων, καὶ τίνες οὐ δύνανται διατίθεσθαι ἢ κεκώλυνται μαρτυρεῖν ἐν διαθήκῃ.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λέ τί. α΄, οὗτινος ἐν τῷ α κεφ. φησί· Διαθήκη ἐστὶ δικαία βούλησις ὧν τις θέλει μετὰ θάνατον αὐτοῦ γενέσθαι.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Ὁ διατιθέμενος ὀφείλει τὸν νοῦν, οὐ μὴν τὸ σῶμα ἐῤῥῶσθαι.
3
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Οὐδεὶς ἐν διαθήκῃ δύναται λέγειν μὴ κρατεῖν ἐν αὐτῇ τοὺς νόμους.
4
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ ἄῤῥην πληρώσας τὰ ιδ ' ἔτη διατίθεται, ἡ δὲ θήλεια τὰ ιβ΄.
5
pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Ὁ ὑπεξούσιος οὔτε κελεύσει τοῦ πατρὸς εἰς τὰ παγανικὰ πεκούλια διατίθεται.
6
pr.Ἐν δὲ τῷ θ ' κεφ. Ὁ κωφὸς καὶ ἄλαλος οὐ διατίθεται. ἡ δὲ προγενομένη ἔῤῥωται. Δύναται δὲ καὶ ἐν τῇ νόσῳ διατίθεσθαι βασιλέως ἐπιτρέποντος.
7
pr.Ἡ ἐν αἰχμαλωσίᾳ γενομένη διαθήκη οὐκ ἔῤῥωται, κἂν ὑποστρέψῃ ὁ αἰχμάλωτος. Ὁ περιορισθεὶς οὐ διατίθεται, οὔτε ἡ προγενομένη ἰσχύει. δίδοται γὰρ κατιοῦσιν ἢ ἀνιοῦσιν, ἢ δημεύεται ἡ οὐσία αὐτοῦ· ἢ ἄπορος οὖσα παραχωρεῖται τοῖς δανεισταῖς. Τὰ αὐτὰ καὶ ἐπὶ τῶν μεταλλιζομένων καὶ τῶν ξίφει ἢ θηρίοις ὑποβληθῆναι καταδικαζομένων. ἀπολλύουσι γὰρ καὶ τὴν παῤῥησίαν καὶ τὴν περιουσίαν.
8
pr.Τοῦ δὲ ἐξορίστου καὶ τοῦ ἐν φυλακῇ πρὸ καταδίκης τελευτήσαντος καὶ τοῦ χειροκοπηθέντος ἔῤῥωται ἡ διαθήκη.
9
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἡ τοῦ αἰχμαλώτου διαθήκη, ὡσανεὶ μὴ γέγονεν αἰχμάλωτος, ἔῤῥωται.
10
pr.Ἐν δὲ τῷ ις ' κεφ. Οἱ πλανώμενοι ἢ ἀμφιβάλλοντες περὶ τὴν ἑαυτῶν κατάστασιν οὐ διατίθενται.
11
pr.Ἐν δὲ τῷ ιη ' κεφ. Ὁ ἐν ἀσθενείᾳ σώματος παραφρονήσας οὐ διατίθεται ἐν τῇ παραφροσύνῃ.
12
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ὁ ἄσωτος οὔτε διατίθεται οὔτε μαρτυρεῖν ἐν διαθήκῃ δύναται· οὔτε ὁ διὰ φάμουσον· καταδικασθείς.
13
pr.Ἐν δὲ τῷ κα κεφ. Ὁ κληρονόμος οὐ δύναται μαρτυρεῖν ἐν διαθήκῃ. ὁ δὲ λεγατάριος καὶ ὁ ἐπίτροπος διδόμενος δύναται.
14
pr.Ἐν δὲ τῷ ις ' κεφ.· Ἐὰν ἀλλάξαι τὶ θέλῃ μετὰ τὸ πληρῶσαι τὴν διαθήκην, πᾶσαν ἐναλλαττέτω. εἰ δέ τι ἀσαφὲς ἐλέχθη ἢ ἐγράφη, δύναται διὰ προσθήκης αὐτὸ σαφηνίζειν.
15
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Καὶ πατὴρ καὶ πολλοὶ αὐτοῦ ὑπεξούσιοι ἅμα μαρτυρεῖν ἐν διαθήκῃ δύνανται. Καλῶς σφραγίζει ὁ μάρτυς καὶ δακτυλίῳ τοῦ διαθεμένου καὶ ἀλλοτρίῳ. Ὁ μάρτυς σφραγίσας καὶ μὴ ὑπογράψας, ἢ ὑπογράψας καὶ μὴ σφραγίσας, δοκεῖ μὴ παρεῖναι.
16
pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Καὶ ἐν νυκτὶ σφραγίζεται καὶ ὑπογράφεται διαθήκη. Σφραγισθῆναι διαθήκη λέγεται, εἰ καὶ τὸ παννίον, ἐν ᾧ ἐμβάλλεται, σφραγισθῇ.
17
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ἔῤῥωται ἡ διαθήκη, ἣν ὁ διαθέμενος ἀποσφραγίσας παρεσκεύασεν ὑπὸ ἑπτὰ ἢ πέντε μαρτύρων ἀνασφραγισθῆναι.
18
pr.Ἐν δὲ τῷ κς ' κεφ. Ὁ κωλυόμενος διατίθεσθαι οὔτε μαρτυρεῖ ἐν διαθήκῃ.
19
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ὁ γραφεὺς τῆς διαθήκης καλῶς ἐν αὐτῇ μαρτυρεῖ. Καὶ ἀλλότριος δοῦλος καλῶς γράφει τὴν διαθήκην.
20
pr.Ἐν δὲ τῷ λα κεφ. Ἕκαστος τῶν μαρτύρων ἰδιοχείρως δηλούτω, τίς ἐστι καὶ τίνος ἐν τῇ διαθήκῃ ὑπέγραψεν.
21
pr.Ἀνάγν. καὶ τί. β΄, ἐν ᾧ διαλαμβάνεται περὶ διαθήκης μυστικῆς, καὶ περὶ ἀτελοῦς, καὶ περὶ ἀγράφου, καὶ περὶ δευτέρας· καὶ ποίῳ τρόπῳ αἱ διαθῆκαι συνίστανται· οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἀπὸ ἀτελοῦς διαθήκης μήτε βασιλεὺς κληρονομείτω.
22
pr.Ἐν δὲ τῷ γ ' κεφ. Ἐὰν εἰς τὸ κύριον ὄνομα [ἢ] περὶ τὸν χρηματισμὸν καὶ τὴν πατρωνυμίαν ἢ τὴν προσηγορίαν τοῦ κληρονόμου γένηται πλάνη, δῆλον δέ ἐστι περὶ τίνος ὁ διαθέμενος ἐνενόησεν, ἔῤῥωται ἡ διαθήκη.
23
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Δεδιότες οἱ μάρτυρες πλησιάσαι τῷ διατιθεμένῳ διὰ τὸ μὴ τῆς νόσου μεταλαβεῖν, συγχωρείσθωσαν κεχωρισμένως ἐξ αὐτοῦ σφραγίσαι τὴν διαθήκην.
24
pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Ἐὰν οἱ μάρτυρες μὴ ἐπ᾿ ὄψεσι τοῦ διατιθεμένου σφραγίσωσι τὴν διαθήκην, ἄχρηστός ἐστιν, εἰ μὴ ἄρα προνόμιον ἰδικόν ἐστιν ἐν ἐκείνῃ τῇ πόλει, ὥστε μὴ ἐπ᾿ ὄψεσι τοῦ διατιθεμένου τὰς σφραγίδας ἐπιτίθεσθαι.
25
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ἡ διάταξις κελεύει μὴ πάντως ἀνάγκην εἶναι τῷ διατιθεμένῳ παρόντων τῶν μαρτύρων ὑπαγορεύειν τὴν διαθήκην, ἀλλ᾽ ἐξεῖναι αὐτῷ καὶ ἀπόντων αὐτῶν ὑπαγορεῦσαι καὶ γράψαι, ἵνα μέντοι παραγενομένων αὐτῶν ἐφ᾽ ᾧ σφραγίσαι προσομολογήσῃ τὴν διαθήκην ἰδίαν εἶναι, καὶ ἐν ἑνὶ καὶ αὐτῷ καιρῷ σφραγίσωσιν οἱ μάρτυρες καὶ ὑπογράψωσιν. ἡ γὰρ μὴ οὕτω περαιωθεῖσα διαθήκη ἀτελής ἐστιν. Ἐξ ἀτελοῦς δὲ διαθήκης οὐδεὶς δύναται κληρονομεῖν, εἰ μὴ ἄρα οἱ κατιόντες τοὺς ἑκατέρας φύσεως ἀνιόντας. εἰ δὲ τοῖς παισὶν ἐξωτικὸν συμμέμικται πρόσωπον, ὅσον μὲν εἰς τοὺς παῖδας ἔῤῥωται ἡ διαθήκη, ὅσον δὲ εἰς τὸν ἐξωτικὸν ἀνυπόστατός ἐστιν.
26
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Εἰ δὲ ἀγράφως τὶς διάθηται, πάν- τως ἐπὶ τῶν αὐτῶν μαρτύρων ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ τὴν διαθήκην ἀγράφως ποιείτω, ἀκουόντων δηλαδὴ τῶν μαρτύρων. Εἰ δέ τις ποιήσας πρώτην διαθήκην δευτέραν ποιῆσαι βουληθῇ, μὴ ἄλλως ἀφανιζέσθω ἡ προτέρα, εἰ μήγε πρότερον νομίμως ἡ δευτέρα γένηται διαθήκη· εἰ μὴ ἄρα ἐν τῇ προτέρᾳ διαθήκῃ γραφέντων τούτων, οἵτινες ἐξ ἀδιαθέτου πρὸς τὴν τοῦ διαθεμένου κληρονομίαν ἤτοι διαδοχὴν ἐλθεῖν οὐκ ἠδύναντο, ἐν τῇ δευτέρᾳ βουλήσει ὁ διαθέμενος τούτους γράψαι ὥρισεν, οἵτινες ἐξ ἀδιαθέτου πρὸς τὴν αὐτοῦ κληρονομίαν καλοῦνται. ἐν τούτῳ γὰρ τῷ θέματι, εἰ καὶ ἀτελὴς δοκεῖ ἡ δευτέρα γραφή, ἀσθενούσης τῆς πρώτης διαθήκης τὴν δευτέραν αὐτοῦ βούλησιν οὐχ ὡς διαθήκην, ἀλλ᾽ ὡς βούλησιν ἀδιαθέτου ἰσχύειν θεσπίζομεν· ἐν ᾗ βουλήσει ε΄ μαρτύρων ἐπομνυμένων καταθέσεις ἀρκοῦσιν. οὗτινος μὴ γενομένου, ἰσχύειν τὴν πρώτην διαθήκην, εἰ καὶ οἱ ἐν αὐτῇ γεγραμμένοι δοκοῦσιν ἐξωτικοί. Ἐξέστω δὲ παντὶ ἀνθρώπῳ καὶ ἑλληνικοῖς ῥήμασι διατίθεσθαι.
27
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἐὰν παραγένωνται οἱ μάρτυρες, καὶ τὴν ἰδίαν βούλησιν ὁ διαθέμενος εἴπῃ, ἔῤῥωται ἡ ἄγραφος διαθήκη καὶ χωρὶς τοῦ εἰπεῖν αὐτὸν, ὅτι ἐπὶ τούτῳ μετεκαλέσατο τοὺς μάρτυρας, ἐπὶ τῷ ἀγράφως διαθέσθαι.
28
pr.Ἐν δὲ τῷ κα κεφ. Μὴ ἀναιρείσθω τῇ τῆς δεκαετίας παραγραφῇ ἡ διαθήκη, εἰ μὴ ἄρα τελείας γενομένης ἑτέρας ἐγγράφου ἢ ἀγράφου ἐναντίαν γνώμην τοῦ διατιθεμένου δηλούσης ἐπὶ ἑπτὰ ἢ πέντε μαρτύρων.
29
pr.Ἐν δὲ τῷ κγ ' κεφ. Ἔνθα δέ τις δι᾽ ἑαυτοῦ γράφῃ τὴν διαθήκην, μὴ χρεία ἔστω τὸν αὐτὸν ὑπογράφειν μηδὲ ἕτερον ὑπὲρ αὐτοῦ· ἀλλὰ μόνων τῶν ἐφεξῆς πληρουμένων ἐῤῥώσθω ἡ διαθήκη.
30
pr.Ἐν δὲ τῷ κέ κεφ. Αἱ διαθῆκαι ἐν πάσῃ μὲν πόλει καὶ πᾶσι τοῖς κάστροις τοῖς ῥωμαϊκοῖς, ἔνθα καὶ γραμμάτων ἐστὶν εἴδησις καὶ νόμων, κατὰ τὴν εἰρημένην παρατήρησιν ὀφείλουσι γίνεσθαι. ἐν δὲ τοῖς τόποις, ἐν οἷς σπανίως ἔμπειροι γραμμάτων ἄνδρες εὑρίσκονται, τὴν τοῦ τόπου συνήθειαν ἀντὶ νόμων δεχόμεθα. ἀλλ᾽ εἰ μὲν ἐστὶν ἐν τοῖς τόποις ἐκείνοις εὐπορία μαρτύρων γράμματα ἐπισταμένων, ὑπογραφέτωσαν οἱ μάρτυρες· ἔνθα δὲ μὴ εὐπορία μαρτύρων γράμματα ἐπισταμένων, τότε καὶ ἀγράφως δεχόμεθα τὰς μαρτυρίας. ἐὰν δὲ ὅλως πλείονες μάρτυρες οὐχ εὑρίσκονται, ε΄ μάρτυρες ἀρκοῦσιν· ἐλάττονες δὲ οὐδαμῶς. εἰ δέ τινες ἐκ τῶν μαρτύρων ἴσασι γράμματα, οἱ εἰδότες ὑπὲρ τῶν ἀγνοούντων παρόντων αὐτῶν ὑπογραφέτωσαν· ἵνα μέντοι ἴσασιν οἱ μάρτυρες τὴν βούλησιν τοῦ τελευτήσαντος· καὶ μετὰ θάνατον αὐτοῦ ἐνωμότως κατάθωνται τὰ παρ᾽ αὐτοῦ διατυπωθέντα. οὐ γάρ ἐστιν εὔλογον, καὶ ἀγράφους αὐτοὺς μαρτυρεῖν καὶ μὴ εἰδέναι τὴν τοῦ τελευτήσαντος βούλησιν.
31
pr.Ἀνάγν. καὶ τί. γ ' ἐν ᾧ διαλαμβάνεται περὶ τῶν δυναμένων ποιεῖν διαθήκην καὶ τῶν μὴ δυναμένων· οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐάν τις ἐν ὑγείᾳ διέθετο, ὕστερον δὲ ἀπεχρήσατο ἑαυτῷ, οὐ συνειδήσει πταίσματός τινος, ἀλλὰ ἢ ὡς τὴν ζωὴν ἀποστρεφόμενος ἢ ὑπὸ μανίας ἢ λύσσης ἢ πολυημέρου νόσου κατεχόμενος, ἔῤῥωται ἡ διαθήκη αὐτοῦ. εἰ δὲ τῷ τῆς μελλούσης τιμωρίας φόβῳ τῷ ἑκουσίῳ θανάτῳ τὴν κόλασιν προανέτρεψε, βεβαίαν τὴν βούλησιν αὐτοῦ φυλάττεσθαι οἱ νόμοι κωλύουσιν.
32
pr.Ἐν δὲ τῷ η΄ κεφ. Ἐὰν τυφλὸς ἀγράφως διατίθεται παρόντων ζ ' ἢ ε΄ μαρτύρων καὶ ταβουλλαρίου, προλεγέτω ὅτι ἐφ᾽ ᾧ διαθέσθαι προσεκαλέσατο αὐτοὺς, καὶ οὕτως ἐκφωνείτω τὸ ὄνομα καὶ τὰ σημεῖα καὶ τὰ ἀξιώματα τῶν κληρονόμων, καὶ ἐκ πόσου μέρος αὐτοὺς γράφει, καὶ τί βούλεται ἕκαστον αὐτῶν λαβεῖν λεγατάριον ἢ φιδεϊκομισσάριον. καὶ ἐὰν πάντα ταῦτα ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ λεχθῶσι καὶ συγγραφῶσιν ὑπὸ τοῦ ταβουλλαρίου ἐπ᾿ ὄψει τῶν ἑπτὰ ἢ πέντε μαρτύρων, ὑπογραφόντων καὶ αὐτῶν τῶν μαρτύρων καὶ σφραγιζόντων, καὶ αὐτοῦ τοῦ ταβουλλαρίου σὺν ἐκείνοις, ἐχέτω τὸ βέβαιον ἡ διαθήκη. τὸ δὲ αὐτὸ ἔστω, κἂν μὴ διαθήκην, ἀλλὰ κωδίκελλον βούληται ποιῆσαι. εἰ δὲ ἐγγράφως βούλεται διαθέσθαι, γραφέτω μὲν δι᾽ οὗ βούλεται τὴν διαθήκην, παρόντων δὲ τῶν ζ ' ἢ ε΄ μαρτύρων καὶ αὐτοῦ λέγοντος ὅτι ἐπὶ τῷ διαθέσθαι συνεκαλέσατο αὐτοὺς, ἀφαιρείσθω ὁ χάρτης καὶ ἀναγινωσκέσθω διὰ τοῦ ταβουλλαρίου, καὶ εἰ ὁμολογήσῃ αὐτὸς, ὅτι αὐτοῦ ἐστιν ἡ διαθήκη καὶ τὰ ἀναγνωσθέντα πάντα κατὰ γνώμην αὐτοῦ συνεγράφησαν, καὶ οὕτως οἱ μάρτυρες καὶ ὁ ταβουλλάριος ὑπογράψουσι καὶ σφραγίσουσιν. εἰ δὲ μή ἐστιν ἐν τοῖς τόποις ταβουλλάριος, ἕτερος μάρτυς προσκαλείσθω, ὃς πράξει τὰ διατεταγμένα τῷ ταβουλλαρίῳ. ἐξουσίαν ἔχοντος τοῦ τυφλοῦ μετὰ τὸ πληρωθῆναι τὴν διαθήκην, ᾧ ἂν βούληται τῶν μαρτύρων αὐτὴν παραθέσθαι. οὕτω γὰρ ἀσφαλῶς γίνεται ἡ διαθήκη τοσούτων ὀφθαλμῶν ἀντὶ τοῦ τυφλοῦ φυλαττόντων, τουτέστι τῶν μαρτύρων καὶ τοῦ ταβουλλαρίου.
33
pr.Ἀνάγν. καὶ κεφ. θ '. Ἐῤῥώσθω ἡ μεταξὺ τῆς μανίας ἐν τοῖς διαλείμμασι διαθήκη, εἰ μὴ ἄρα τὶς ἐν αὐτῷ τῷ δια [τί] - θεσθαι κατεσχέθη.
34
pr.Ἐν δὲ τῷ ί κεφ. Ὁ κατὰ ταὐτὸν καὶ κωφὸς καὶ ἄλαλος ὢν φύσει ' μηδὲ ἐν τελευταίᾳ διατυπούτω βουλήσει, μηδὲ θανάτου αἰτίᾳ δωρείσθω· οὔτε δὲ ἐλευθερίαν καθ ' οἱονδήποτε τρόπον ἐπιτίθησιν. ὁ δὲ ἐκ πάθους τοιοῦτος γενόμενος, γράμματα εἰδὼς, δι᾽ αὐτῶν διατυπούτω ὅσα καὶ βούλεται. εἰ μέντοι μόνον ἐστὶ κωφὸς κατὰ φύσιν, μηδὲ ἓν κωλυέσθω τῶν τελευταίων διατυποῦν· καὶ πολλῷ πλείω ὁ μὴ κατὰ φύσιν, ἀλλ᾽ ἀπὸ πάθους κωφός. ὁ δὲ μὴ κωφὸς μὲν, ἄλαλος δὲ μόνον ὢν κατὰ φύσιν, εἰ καὶ ἀπὸ πάθους, ἐὰν γράμματα εἰδὼς διαθήκην γράψῃ ἢ ἑτερόν τι διατυπώσῃ, ἐῤῥώσθω τὸ γινόμενον. τὰ αὐτὰ καὶ ἐπὶ θηλειῶν κρατείτω.
35
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ ὑπεξούσιος ἢ ἡ ὑπεξουσία, οἷουδήποτε ὄντες βαθμοῦ, μηδὲ ἐν τοῖς ἀπροσπορίστοις διατυπούσθωσαν.
36
pr.Ὅσοι δὲ ἰδιόκτητον ἔχουσι πεκούλιον, διατιθέσθωσαν εἰς αὐτὸ κατὰ τὴν ἡμετέραν διάταξιν, μήτε τὴν μέμψιν τῆς διαθήκης εὐλαβούμενοι.
37
pr.Ἀνάγν. καὶ τί. η΄ κεφ. β΄ [θεμ. β΄] καὶ τί. ιζ ' κεφ. α΄ θεμ. γ΄ καὶ τί. κ ' κεφ. β΄, ἐν ᾧ φησιν· Εἰ μὴ τελείαν τὶς ποιήσει βούλησιν, οὐκ ἀκυροῖ τὴν πρώτην, ᾧ γε ἐξῆν διαῤῥῆξαι τὸ γινόμενον καὶ ἑτέραν ποιήσασθαι βούλησιν δηλοῦσαν τὴν τελευταίαν αὐτοῦ γνώμην.
38
pr.Ἀνάγν. καὶ τί. κα΄ ἐν ᾧ διαλαμβάνεται περὶ διαθήκης στρατιωτῶν· οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Ἐὰν στρατιώτης ἀρξάμενος παγανικῶς διατίθεσθαι μὴ πληρώσῃ, στρατιωτικῶς ἔῤῥωται. καὶ ὁ παγανικῶς γὰρ διατιθέμενος, εἰ εἴποι τὴν διαθήκην αὐτοῦ τάξιν ἔχειν κωδικέλλου, ἔῤῥωται καὶ ἀτελὴς εὑρισκομένη ἡ διαθήκη. ἰσχύει γὰρ ὡς κωδίκελλος.
39
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Τὸ εἰρημένον, ὡς ἡ στρατιωτικὴ διαθήκη καὶ μετὰ ἄφεσιν εἴσω ἐνιαυτοῦ κρατεῖ, περὶ τῶν εἰωθότων πληροῦν εἴρηται, οὐ μὴν περὶ τῶν διαδεχομένων, οἷον στρατηλατῶν, τριβούνων· καὶ τῶν ὁμοίων.
40
pr.Ἐν δὲ τῷ κα κεφ. Τῶν ἀτίμως ἀφεθέντων αἱ στρατιωτικαὶ διαθῆκαι καὶ παραχρῆμα ἀκυροῦνται· καὶ οὔτε οἱ ὑπεξούσιοι ὄντες ἐν τοῖς ἰδιοκτήτοις διατίθενται. τῶν μέντοι ἐντίμως καὶ τῶν δι᾽ αἰτίαν ἀφιεμένων αἱ διαθῆκαι εἴσω ἐνιαυτοῦ ἰσχύουσιν.
41
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Τοῦ διὰ νόσον ἢ διὰ μίσος ζωῆς ἑαυτὸν ἀνελόντος στρατιώτου ἡ κληρονομία ἢ τοῖς γραπτοῖς κληρονόμοις ἢ τῷ ἐξ ἀδιαθέτου ἁρμόζει. καὶ εἰ εἴσω ἐνιαυτοῦ τοῦ ἀφεθῆναι ἤρξατο ποιεῖν [καὶ] οὐκ ἐπλήρωσε, τὴν προγενομένην στρατιωτικὴν ῥήσσει, οὐ μὴν τὴν κοινῷ νόμῳ γενομένην. ἐῤῥήγνυτο δὲ καὶ αὐτὴ, εἴπερ ἔτι στρατευόμενος ἐποίησε τὴν ἀτελῆ.
42
pr.Ἐν δὲ τῷ κη΄ κεφ. Καὶ ἡ ἀτελὴς τοῦ στρατιώτου διαθήκη ἔῤῥωται. καὶ ἐὰν πολλὰς ἐν διαφόροις ἡμέραις γράψῃ, πολλάκις ποιῆσαι διαθήκην δοκεῖ εἰς πᾶσαν τὴν οὐσίαν.
43
pr.Ἐν δὲ τῷ λγ ' κεφ. Ἐὰν ὑπαγορεύσῃ στρατιώτης διαθήκην καὶ μὴ φθάσῃ γραφῆναι, δεχόμεθα τὰ σημεῖα εἰς διαθήκην, ἐὰν μέντοι νομίμως ἀποδειχθῇ οὕτω ταῦτα γεγενῆσθαι.
44
pr.Ἐν δὲ τῷ λθ ' κεφ. Καὶ οἱ μὴ δυνάμενοι στρατιωτικῶς διατίθεσθαι, εἴτε ἄρχοντες ἐπαρχιῶν εἰσιν εἴτε τινὲς ἕτεροι, ἐὰν ἐν τῷ πολέμῳ καταληφθέντες ἀποθάνωσι, διατίθενται καὶ ὡς ἂν θέλωσιν καὶ ὡς ἂν δύνανται.
45
pr.Ἐν δὲ τῷ μ ' κεφ. Καὶ οἱ μὴ ὄντες στρατιῶται μήτε στρατιωτικῶς διατίθεσθαι δυνάμενοι, ἐὰν ἐν πολεμουμένῳ τόπῳ καταληφθῶσι κἀκεῖ τελευτήσωσιν, ᾧ βούλονται ἢ δύνανται τρόπῳ διατίθενται· εἴτε ἄρχοντές εἰσιν ἐπαρχίας ἢ πρεσβευταὶ ἤ τις ἕτερος μὴ δυνάμενος στρατιωτικῶς διατίθεσθαι.
46
pr.Ἐν δὲ τῷ να κεφ. Οἱ στρατιῶται ἐν στρατοπέδῳ διάγοντες, ἐὰν τὰς γυναῖκας ἢ τοὺς παῖδας ἢ τοὺς φίλους ἢ τοὺς συστρατιώτας ἢ ὡς ἐν κεφαλαίῳ οἱουδήποτε γένους ἀνθρώπους ἀγαπῆσαι βουληθείησαν, τὰς τῆς τελευταίας βουλήσεως διαθέσεις οἱῳδήποτε τρόπῳ δύνανται καὶ βούλονται διατιθέσθωσαν. καὶ μηδὲ τῶν γαμετῶν ἢ τῶν παίδων αὐτῶν, ἡνίκα τὴν βούλησιν τοῦ πατρὸς ἀποφέρονται, τὸ ἀξίωμα ἢ ἡ ἐλευθερία ζητείσθω. ὅθεν (ὥσπερ τοῖς τοῦ νόμου λογισμοῖς ἔξεστι καὶ ἀεὶ ἔξεστιν) εἴτε ἐν τῇ ξιφοθήκῃ ἢ τῇ ἀσπίδι γράμμασι τῷ ἰδίῳ αἵματι ἐρυθραινομένοις σημειώσεται, εἴτε εἰς τὸν κονιορτὸν τουτέστιν εἰς τὴν γῆν ἐγγράψει τῷ ξίφει, ἐν αὐτῷ τῷ καιρῷ ἐν ᾧ ἐν τῷ πολέμῳ τῆς ζωῆς τὸν κλῆρον καταλιμπάνει, τὴν τοιαύτην βούλησιν ἰσχυρὰν εἶναι προσήκει.
47
pr.Ἐν δὲ τῷ νη΄ κεφ. Θεσπίζομεν τούτοις μόνοις, οἵτινες ἐν στρατοπέδοις εἰσὶν ἀπησχολημένοι, τὴν μνημονευθεῖσαν φιλοτιμηθῆναι περὶ τὰς τελευταίας βουλήσεις εὐεργεσίαν.
48
pr.Ἀνάγν. καὶ βι. λθ΄ τί. α΄ κεφ. νδ καὶ τί. β΄ κεφ. ι ' θεμ. β΄.
49
pr.Ἀνάγν. καὶ βι. λε΄ τί. ια΄ κεφ. κγ ', ἐν ᾧ φησι περὶ δευτέρας διαθήκης· Ἡ δευτέρα διαθήκη, κἂν ἐπὶ δήλοις πράγμασι σχῇ τὴν ἔνστασιν, ἔῤῥωται καὶ τὴν πρώτην ἀνατρέπει. εἰ δὲ εἶπεν ὁ διαθέμενος ἐν τῇ β΄ τὴν πρώτην ἐῤῥῶσθαι, οἱ ἐν τῇ δευτέρᾳ κληρονόμοι τοῖς ἐν τῇ πρώτῃ κατέχονται, ἵνα τὴν κληρονομίαν ἀποκαταστήσωσιν αὐτοῖς· παρακρατοῦντες τὰ πράγματα ἐξ ὧν ἐγράφησαν κληρονόμοι, καὶ εἰ ἐλλείπει τὶ πρὸς τὸ φαλκίδιον. ταῦτα ἐν ᾧ μηδὲν ἰδικῶς ἐναντίον ἐν τῇ δευτέρᾳ γέγραπται διαθήκῃ.