IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.12

Περὶ τῶν δημόσια χρήματα ὑφελομένων ἢ εἰς ἰδίας χρείας τρεψάντων ἢ ὅλως νοσφισαμένων ἢ δόλον ἐν αὐτοῖς ποιησάντων ἢ ἐν τῷ ἄρχειν κλοπήν τινα πεπραχότων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. με, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἡ ποινη τοῦ δὲ πεκουλάτους περιορισμός ἐστι, καὶ ἐπεισάγει πάσης τῆς προτέρας καταστάσεως ἐναλλαγὴν καὶ ἀπώλειαν τῆς οὐσίας. Κινεῖται ' δὲ κατὰ τοῦ ὑφελομένου ἐκ τῶν ἱερῶν ἢ μνημείων ἢ δημοσίων χρημάτων, ἢ τρέψαντος πρὸς ἰδίας χρείας πλὴν τῶν ἀπὸ νόμου ἐπιτετραμμένων, καὶ τοῦ μίξαντος τῷ δημοσίῳ χρυσῷ ἢ ἀργύρῳ χαλκὸν ἢ ἑτερόν τι βλάπτον αὐτόν.

2

pr.Ἐν δὲ τῷ γ ' κεφ. Τῷ δὲ ῥεσιδούοις· κατέχεται ὁ δημόσια χρήματα λαβὼν εἴς τινα χρείαν καὶ μὴ περὶ αὐτὴν δαπανήσας, ἀλλ᾽ εἰς ἑτέραν παρακρατήσας.

3

pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Ἡ κατὰ τῶν ὑφελομένων δημόσια ἢ ἱερὰ χρήματα καταδίκη, τουτέστιν ὁ περιορισμὸς, μετὰ πενταετίαν τοῦ ἁμαρτηθῆναι οὐ κινεῖται.

4

pr.Ἐν δὲ τῷ ις ' κεφ. Ἐὰν ἄρχοντες ἐν καιρῷ τῆς ἀρχῆς δημόσια χρήματα κλέψωσι, καὶ αὐτοὶ κατεχέσθωσαν κεφαλικῇ τιμωρίᾳ, καὶ οἱ ὑπουργήσαντες αὐτοῖς ἐν τῷ πράγματι καὶ ὑποδεξάμενοι τὰ παρ᾽ αὐτῶν ὑποκλαπέντα.