JGR V 4.11
Περὶ τοῦ δημοσίου καὶ τῶν προνομίων καὶ ἀγωγῶν αὐτοῦ.
Abrir no leitor do IusCommune →1
pr.Αναγν. βι. νς ' τί. β΄, οὗτινος ἐν τῷ κ ' κεφ. φησί· Τὸ φιλονεικούμενον πρᾶγμα ὁ δημόσιος πιπράσκειν οὐκ ὀφείλει· οὔτε τὰ διενεγκόντα τῷ περὶ καθοσιώσεως κατηγορουμένῳ καὶ τελευτήσαντι, ἑτοίμου ὄντος τοῦ κληρονόμου αὐτοῦ δεῖξαι, ὡς οὐχ ἥμαρτεν.
2
pr.Ἐν δὲ τῷ ν ' κεφ. Καὶ αἱ τῷ δημοσίῳ διαφέρουσαι ἀγωγαὶ ἀναιρείσθωσαν τῇ τοῦ χρόνου παραγραφῇ, καὶ μηδεὶς ὀνόματι τοῦ δημοσίου συκοφαντείτω.
3
pr.Ἀνάγν. καὶ τί. α΄ κεφ. ί, ἐν ᾧ φησιν· Οἱ μεγάλα κερδαί νοντες ἐκ τῆς μισθώσεως τῶν τελῶν, μὴ εὑρισκομένων τῶν ὀφειλόντων αὐτὰ ἐπὶ τῷ αὐτῷ ποσῷ μισθώσασθαι ἀναγκά ζονται αὐτοὶ καταδέχεσθαι.
4
pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ἐὰν οἱ ὡρισμένοι ταῖς δημοσίαις πράσεσι χρόνοι ἐνδαψιλεύωνται, ἔξεστί σοι αὔξοντι τὸ τίμημα τῆς γενομένης ὑπὸ τοῦ δημοσίου πράσεως προτιμηθῆναι τοῦ πρῴην ἠγορακότος.
5
pr.Ἐν δὲ τῷ ι κεφ. Τῶν ἀδιαθέτων καὶ ἀκληρονομήτων αἱ οὐσίαι τῷ δημοσίῳ διαφέρουσιν. οὐδὲ γὰρ ἔξεστι ταῖς πόλεσι τὰς τούτων οὐσίας διεκδικεῖν, ἀλλὰ καὶ εἴ τινες πό λεις ὡς δίκαιον ἔχουσαι ἔλαβον αὐτὰς, διεκδικείσθωσαν παρ ' αὐτῶν.
6
pr.Ἀνάγν. καὶ βι. ιθ ' τί. α΄ κεφ. κέ, ἐν ᾧ φησι· Τὰ ἐν δημοσίῳ ἐδάφει ὄντα ἀργυροπρατικὰ ἐργαστήρια καὶ ἕτερα τοῦ δημοσίου εἰσὶ, [εἰ] καὶ ἡ χρῆσις αὐτῶν ἰδιωτική. ὁ οὖν πιπράσκων αὐτὰ οὐ τὸ ἔδαφος, ἀλλὰ τὸ δίκαιον πιπράσκει.
7
pr.Ἀνάγν. καὶ βι. ξ ' τί. μθ΄ κεφ. β΄, ἐν ᾧ φησιν· Ἐὰν ἐπὶ εἴκοσι ἔτη μὴ κατάσχῃ ὁ δημόσιος τὰ τοῦ ἀναζητουμένου πράγματα, ἐκβάλλεται παραγραφῇ παρ᾿ αὐτοῦ καὶ τῶν αὐτοῦ διαδόχων.