IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.10

Περὶ δημοσίων οἰκοδομημάτων καὶ τῆς εἰς αὐτὰ γινομένης συνεισφορᾶς καὶ ὑπηρεσίας ἤτοι λειτουργίας.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νδ΄ τί. ιβ΄, οὗτινος ἐν τῷ ἑ κεφ. φησί· Περὶ τῶν γινομένων ἔργων ἐν τοῖς τείχεσιν ἢ ταῖς πόρταις ἢ τῷ δημοσίῳ, καὶ περὶ τῆς τῶν τειχῶν ἀνανεώσεως ἐρωτᾶσθαι δεῖ τὸν βασιλέα παρὰ τοῦ ἄρχοντος.

2

pr.Ἀνάγν. καὶ τί. ιγ΄, ἐν ᾧ φησι περὶ τῶν ἐπαγγελλομένων δημόσιόν τι ἔργον ποιεῖν.

3

pr.Ἀνάγν. καὶ τί. λή κεφ. α΄, ἐν ᾧ φησιν· Ἐὰν ὁ ἄρχων τὰ ἀφιερωμένα θέαις ἀνάλωσεν εἰς τειχῶν ἐπισκευὴν, ἐπαινετὸς ἔσται, παρεσχηκὼς ἀσφαλῶς τὰς θέας τοῦ λοιποῦ γίνεσθαι.

4

pr.Ἀνάγν. βι. νη τί. ιβ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Τὰ δαπανηθέντα εἰς δημόσιον ἔργον ἀληθὲς λογιζέσθωσαν τοῖς ἐργο- επιστάταις.

5

pr.Ἐν δὲ τῷ ζ ' κεφ. Πᾶς εἰς τὸν λιμένα καὶ τὸν ἀγωγὸν καὶ τὴν κατασκευὴν τῶν τειχῶν συνεισφερέτω ὑπηρεσίας, ἐκ μηδεμιᾶς ἐξκουσσατευόμενος.

6

pr.Ἐν δὲ τῷ ἡ κεφ. Ὁ δημοσίῳ ἔργῳ ἐπιστὰς ἤτοι χρήματα λαβὼν ἐπὶ τῷ κτίσαι κρατείσθω μετὰ τῶν κληρονόμων αὐτοῦ ἐπὶ ἔτη δεκαπέντε, ἵνα ἐὰν ' διὰ τὴν σαθρότητα τοῦ ἔργου τίποτε συμβῇ (οὐ μὴν τυχηρῶς), ἐκ τῆς οὐσίας αὐτοῦ τοῦτο γένηται.

7

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Εἰς τὰ δημόσια ἔργα καὶ τὰς ἐκκαύσεις τῶν δημοσίων βαλανείων τὸ τρίτον μέρος τῶν πολιτι- κῶν χρημάτων ἀναλισκέσθω.