JGR V 1.38
Περὶ ἀμφιβόλων καὶ ἀσαφῶν ῥημάτων τε καὶ συμφώνων καὶ ἐπερωτήσεων καὶ ἀγωγῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ια τί. α΄ κεφ. λέ΄ ἐν ᾧ φησι· Τὸ ἀσαφὲς ἢ ἀμφίβολον σύμφωνον κατὰ τοῦ πράτου καὶ τοῦ μισθώσαντός ἐστιν.
2
pr.Ἀνάγν. καὶ βι. μγ ' τί. α΄ κεφ. λθ΄, ἐν ᾧ φησιν· Ἐν τοῖς ἀμφιβόλοις τὴν ἐπερώτησιν κατὰ τοῦ ἐπερωτήσαντος ἑρμηνεύομεν.
3
pr.Καὶ κεφ. π΄, ἐν ᾧ φησιν, ὅτι ἐὰν ἀμφίβολος εὑρεθῇ φράσις ἐν ἐπερωτήσει, ἐκεῖνο δεχόμεθα, ὅπερ τὸ πρᾶγμα περὶ οὗ ἡ ζήτησίς ἐστιν ἀσφαλίζεται.
4
pr.[Καὶ κεφ. φή.] Τὸ συμβαλλόμενον τῇ συστάσει τῆς ἐνοχῆς, εἰ μὴ φανερῶς ἐκφωνηθῇ, παραλελεῖφθαι πιστεύεται. τὴν γὰρ ἀσάφειαν ὡς ἐπὶ τὸ πολὺ ὑπὲρ τοῦ ὁμολογήσαντος ἑρμηνεύομεν.
5
pr.Ἐν δὲ τῷ ραδ΄ κεφ. ὅτι ἡνίκα ὁμολογία μεταξὺ παρόντων γράφεται, πιστεύεται ἡγεῖσθαι ἐπερώτησις, κἂν μὴ ἔγκειται. Καὶ ὅτε πολλοῖς συμφώνοις μία ἐπερώτησις καὶ ὁμολογία ὑποβάλλεται, δοκεῖ περὶ ἑκάστου ἡ ἐπερώτησις γίνεσθαι.
6
pr.Ἀναγ. καὶ βι. μδ΄ τί. ιη΄ κεφ. ιβ. καὶ κγ ' καὶ κέ, ἐν ᾧ φησιν, ὅτι ἡ ἀμφίβολος ἐπερώτησις κατὰ τοῦ ἐπερωτήσαντός ἐστιν.
7
pr.Καὶ κεφ. λθ΄, ἐν ᾧ φησι· Τὰ ἀσαφῶς γεγραμμένα, ὡς μὴ νοεῖσθαι τὴν ἔννοιαν αὐτῶν, ἀντὶ μὴ γεγραμμένων ἐστί· τὰ δὲ λοιπὰ ἰσχύει.
8
pr.Ἀνάγν. βι. β΄ τί. α΄ κεφ. ιὴ καὶ ιθ΄ [ἐν οἷς φησι] περὶ νομίμων ἀσαφῶν ἑρμηνείας.
9
pr.Ἀνάγν. βι. ζ΄ τί. έ κεφ. ξς, ἐν ᾧ φησιν· Ἡ ἀμφίβολος ἀγωγὴ καὶ ἀφήγησις ὑπὲρ τοῦ ποιήσαντος αὐτὴν ἑρμηνεύεται.
10
pr.Ἀνάγν. βι. ιβ ' τί. γ. κεφ. ί, ἐν ᾧ φησιν· Ἡ γραφὴ τῆς διαθήκης, ἡ περιέχουσα ὅτι πάντα διῃρέθησαν, οὐ κωλύει γενέσθαι διαίρεσιν τῶν μὴ διαιρεθέντων ἐν τῇ διαθήκῃ πραγμάτων.
11
pr.Ἀνάγν. καὶ βι. ιε τί. α΄ κεφ.ε θεμ. δ΄ καὶ βι. ιθ΄ τί. ά κεφ. ιζ, ἐν ᾧ φησιν, ὅτι τὸ παρὰ τοῦ πράτου λεγόμενον ἀσαφῶς αὐτὸν οὐ βλάπτει.
12
pr.Καὶ κεφ. λζ΄· Δόλον ὁ πράτης ποιεῖ οὐ μόνον ἀσαφῶς ἐπὶ τῇ παραγραφῇ λαλῶν, ἀλλὰ καὶ ἀμαυρῶς εἰς βλάβην ἀποπροσποιούμενος.
13
pr.Ἀνάγν. καὶ βι. νς ' τί. β΄ κεφ. θ ', ἐν ᾧ φησιν, ὅτι ἐν τοῖς ἀμφιβόλοις κατὰ τοῦ δημοσίου δεῖ ἀποκρίνεσθαι.