JGR V 1.39
Περὶ ἀναργυρίας.
Abrir no leitor do IusCommune →1
pr.Ανάγν. βι. κγ '. τί. α΄ κεφ. νθ΄, ὅπερ εὑρήσεις ἐντεθὲν ἐν τῷ περὶ χρέους.
2
pr.Καὶ κεφ. ξ΄, οὗτινος ἐν τῷ β΄ θέμ. φησιν, ὅτι οὐ μόνον ὁ μηδὲν λαβὼν ἐξ ὧν ἐχειρογράφησεν ἀντιτίθησιν ἀναργυρίαν, ἀλλὰ καὶ ὁ πλείονα ὧν ἔλαβε χειρογραφήσας.
3
pr.Ἐν δὲ τῷ ἔβ΄· Καὶ μετὰ τὸ δοθῆναι τὴν ὑποθήκην ἐὰν ὁ δανειστὴς μὴ δείκνυσι γεγονέναι τὴν ἀρίθμησιν, ἀντικειμένης δόλου παραγραφῆς ἢ τῆς τοῦ μὴ ἀπαριθμηθῆναι τὰ ἀργύρια, ἀπολύεται ὁ ἐναγόμενος.
4
pr.Ἐν δὲ τῷ ξγ΄ς· Ὁ ἐπιγνοὺς τὴν τοῦ γραμματείου πίστιν καὶ ἅπαξ ἀρξάμενος καταβάλλειν δοκεῖ ἐπιγινώσκειν τὴν ἀρίθμησιν, καὶ οὐκ ἔχει τὴν τῆς ἀναργυρίας παραγραφήν.
5
pr.Ἐν δὲ τῷ ξζ΄ 1. Ὁ ἐλάττονα λαβὼν καὶ εἰς πλείονα χειρογραφήσας ἐπὶ τῇ πλείονι ποσότητι καλῶς ἀντιτίθησι τὴν ἀναργυρίαν, ἐὰν εἰσέτι ὁ χρόνος ἐνδαψιλεύηται τῆς διετίας ἢ διεμαρτύρατο.
6
pr.Ἐν δὲ τῷ ξη΄ 3. Ὁ λέγων ὅτι οὐ γέγονεν ἀρίθμησις, εἰ μὴ ἐντὸς διετίας ἢ ἐναχθῇ ἢ διαμαρτύρηται περὶ τούτου, οὐδεμίαν ἔχει δικαιολογίαν.
7
pr.Ἐν δὲ τῷ ξθ΄ 4. Ὁ ἀπὸ διαλύσεως ἐπερωτηθεὶς παρασχεῖν οὐκ ἀντιτίθησι τὴν τῆς ἀναργυρίας παραγραφήν.
8
pr.Ἐν δὲ τῷ οα΄· Ἡ διάταξις βούλεται τὸν φανερώσαντα ἐν τῇ ὁμολογίᾳ τὰς αἰτίας ἐξ ὧν ἐχρεώστησεν αὐτὸν βαρεῖσθαι ταῖς ἀποδείξεσιν, ὅτι μὴ χρεωστῶν ἐχειρογράφησεν.
9
pr.Ἐν δὲ τῷ οβ΄ 6. Ἡ διάταξις κελεύει ἐν τοῖς συναλλάγμασιν, ἐν οἷς χρήματα ἢ ἄλλα πράγματα ἀριθμηθέντα συνεγράφησαν, εἴσω δύο ἐνιαυτῶν συναπτῶν τὴν τῆς ἀναργυρίας ἀντιτιθέναι διαμαρτυρίαν. ὅσοι δὲ πρότερον ἐβοηθοῦντο διά τινας αἰτίας ἰδικῶς τοῖς νόμοις ἐκπεφωνημένας τῆς πενταετίας παραδραμούσης, τούτους καὶ νῦν βούλεται βοηθεῖσθαι. κελεύει δὲ κατὰ ὁμολογίας, ἐν ᾗ τις κατέθετο παρακαταθήκην εἰληφέναι, ἢ ἀποδείξεως περὶ δημοσίων γενομένης, ἢ κατὰ ὁμολογίας ἀποληπτικῆς ἐπὶ προικὶ συντελεσθείσης ἀναργυρίαν μὴ εἶναι. κατὰ δὲ πάσης ἄλλης ἀποδείξεως, ἢ μερικῆς ἢ εἰς ὁλόκληρον, εἴσω τριάκοντα ἡμερῶν μετὰ τὴν ἔκθεσιν τῆς ἀποδείξεως τὴν ἀναργυρίαν ἀντιτίθεσθαι. ἐν οἷς δὲ οὐκ ἔξεστι τὴν ἀναργυρίαν ἀντιτιθέναι ἢ ἐντὸς λ΄ ἡμερῶν μόνον ἀντιτιθέναι, μηδὲ ὅρκος ἐπιφερέσθω.
10
pr.Ἐν δὲ τῷ ος΄· Ἡ τῆς ἀναργυρίας παραγραφὴ χώραν ἔχει, κἂν ἐνώμοτός ἐστιν ἡ ὁμολογία, ὅρκον ἔχουσα περὶ τῆς τῶν κεχρεωστημένων ἀποδόσεως.
11
pr.Ἀνάγν. βι. κδ΄ τί. γ΄ κεφ. δ΄ καὶ βι. κθ΄ τί. γ΄· διαλαμβάνει γὰρ περὶ ἀναργυρίας προικός, οὗ ἐν τῷ α΄ κεφ. θέμ. γ ' φησιν· ὅτι εἴσω [μὲν] διετίας τοῦ γάμου διαλυθέντος, εἴτε θανάτῳ εἴτε διαζυγίῳ, καὶ αὐτῷ τῷ ἀνδρὶ τὰ τῆς ἀναργυρίας ἔξεστι μέμφεσθαι, καὶ τῷ γε αὐτοῦ κληρονόμῳ εἴσω ἑτέρου ἐνιαυτοῦ. εἰ δὲ ὑπὲρ διετίαν ἄχρι δέκα ἐνιαυτῶν ὁ γάμος ἐκταθείη, τῷ ἀνδρὶ δίδομεν τὴν μέμψιν καὶ τῷ γε αὐτοῦ κληρονόμῳ μηνῶν εἴσω τριῶν. εἰ δὲ παραδράμῃ ἡ δεκαετία, τότε οὐδὲ τῷ ἀνδρὶ οὐδὲ κληρονόμοις αὐτοῦ τὰ τῆς μέμψεως ἔσται, τοῦ χρόνου προσάπαξ ἐξαρκοῦντος τῇ γυναικί. εἰ μὲν οὖν ἀφήλιξ εἴη ὁ ἀνὴρ καὶ μὴ μέμψεται, τοσοῦτον εἰς ἀποκατάστασιν αὐτῷ δίδομεν χρόνον, ὥστε μὴ ὑπερβαίνειν δωδεκαετίαν ἐκ τοῦ καιροῦ τῶν γάμων· ἴσμεν γὰρ τοὺς σφόδρα τάχιστα συναλλάσσοντας γάμους οὐκ ἐλάττους τῶν ιε΄ ἐνιαυτῶν πρὸς τοῦτον ἰόντας, ὥστε καὶ ὑπερβήσεται τὸν ε΄ καὶ κ ' ἐνιαυτὸν, καὶ ἔσται δυνατὸς εἴσω τῶν κζ ' μέμψασθαι τῇ τῆς προικὸς ἀναργυρίᾳ. τελευτήσαντος δὲ αὐτοῦ εἴσω τοῦ ῥηθέντος χρόνου, τοὺς κληρονόμους ἔχειν τὸν ἐνιαυτὸν εἰς μέμψιν. εἰ δὲ ἀφήλικες εἶεν οἱ τοῦ μὴ μεμψαμένου κληρονόμοι, εἴτε τελείου εἴτε ἀτελοῦς, πενταετίαν ἐχέτωσαν μόνην εἰς τὸ κινῆσαι τὴν μέμψιν ἐπὶ τῇ ἀναργυρίᾳ, ἀρκοῦντος τοῦ χρόνου καὶ μὴ ἀναμένοντος τὴν διέξοδον ἁπάντων τῶν ἐλαττόνων χρόνων. ἐκείνου δηλαδὴ τὴν ἀναργυρίαν ἀντιτιθέντος, ὃς ἂν γεγραμμένος εἴη τὴν προῖκα ὑποδέχεσθαι, καὶ κατὰ τοὺς οἰκείους χρόνους, εἴτε τέλειος εἴη εἴτε ἀτελὴς, τοῦ πράγματος κρινομένους.