IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Γ

JGR V 3.9

Περὶ γυναικῶν καὶ προνομίων αὐτῶν, καὶ πότε εὐθύνονται καὶ πότε οὐκ εὐθύνονται, καὶ περὶ τοῦ μὴ ἐγκλείεσθαι αὐτάς.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ς ' τί. ιθ΄ κεφ. θ΄, ἐν ᾧ φησι· Μηδεμία γυνὴ περὶ οἱουδήποτε πράγματος χρηματικοῦ ἐξ οἱουδήποτε ἄρχοντος ἐγκλείηται ἢ φυλάττηται. τὸν δὲ τοιοῦτό τι τολμῶντα, εἰ μὲν ἄρχων εἴη μείζων, κ΄ χρυσίου λιτρῶν, [εἰ δὲ ἥττων, δεκὰ χρυσίου λιτρῶν] ποινῇ ὑποκεῖσθαι, τοὺς δὲ ὑπουργοῦντας αὐτοῖς γυμνουμένους τῆς ζώνης βασάνοις ὑποβάλλεσθαι καὶ εἰς ἐξορίαν πέμπεσθαι. εἰ δὲ ἔγκλημα εἴη τὸ ἐπαγόμενον τῇ γυναικὶ, ἐφ᾽ ᾧ ἀνάγκη ἐστὶν αὐτὴν φυλαχθῆναι, εἰ μὲν ἐγγυητὴν δυνηθείη παρασχεῖν, αὐτῷ πιστευθῇ· εἰ δὲ ὀμόσει μὴ δύνασθαι δοῦναι ἐγγυητὴν, ἐξομοσίαν ποιήσει περὶ τῆς εἰς τὸ δικαστήριον προσεδρείας. εἰ δὲ βαρύτατον εὑρεθείη τὸ ἔγκλημα, ἐφ᾽ ᾧ κατηγορεῖται, εἰς μοναστήριον ἢ ἀσκητήριον ἐμβάλλεσθαι, ἢ γυναιξὶ παραδίδοσθαι αὐτὴν, δι᾽ ὧν δυνατὸν σωφρόνως καὶ ἐλευθερίως αὐτὴν φυλαχθῆναι, ἕως οὗ τὸ πρᾶγμα φανερωθῇ. καὶ τότε ἐκεῖνα προβαίνειν ἐπ᾿ αὐτὴν τὰ τοῖς νόμοις διωρισμένα. οὐδεμίαν γὰρ γυναῖκα ὑπὲρ χρηματικῆς αἰτίας, δημοσίας ἢ ἰδιωτικῆς, ἢ ὑπὲρ ἐγκλήματος οἱουδήποτε ἢ εἰς φρουρὰν βάλλεσθαι συγχωροῦμεν ἢ δι᾽ ἀνδρῶν φυλάττεσθαι, ἵνα μὴ διὰ τῶν τοιούτων ἀφορμῶν εὑρεθῶσι περὶ [τὴν] σωφροσύνην ὑβριζόμεναι. μονάστριαν μέντοι ἢ ἀσκήτριαν δι᾽ οὐδεμίαν ἀγωγὴν ' ἀφέλκεσθαι συγχωροῦμεν ἐκ τῶν οἰκείων ἀσκητηρίων ἢ μοναστηρίων.

2

pr.Ἀνάγν. καὶ βι. ζ τί. β΄ κεφ. λ΄, ἐν ᾧ φησιν· Ἐὰν γυνὴ ἀλλοτρίῳ ὀνόματι ἤτοι ὑπὲρ μὴ διαφέροντος αὐτῇ προσώπου αἱρετὸν δικαστήριον ἕληται ἐπερωτηθεῖσα ποινὴν, οὐκ ἔῤῥωται τὸ αἱρετὸν δικαστήριον οὐδὲ βεβαιοῦται ἡ ποινή.

3

pr.Ἀνάγν. καὶ βι. θ ' [τί. θ΄] κεφ. η ' καὶ βι. ιε τί. δ΄ [ιδ΄ καὶ κδ, ἐν οἷς φησι περὶ ἐκδικήσεως πραγμάτων αὐτῆς ὑπὸ τοῦ ἀνδρὸς ἐκποιηθέντων.]

4

pr.[Ἀνάγν. καὶ βι. ιζ ' τί. α κεφ. λβ΄, ἐν ᾧ φησιν· Ὅτι ὁ κληρονόμος τοῦ ἀνδρὸς οὐ κινεῖ κατὰ τῆς γυναικὸς τὴν περὶ συλληφθέντων πραγμάτων κληρονομίας ἀγωγὴν, εἰ καὶ μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν κατέχει ἅπερ καὶ ἔτι τοῦ ἀνδρὸς περιόντος κατεῖχεν, ἀλλὰ τὴν ἐκδικοῦσαν τὰ ἀποκρυβέντα πράγματα καὶ τὴν περὶ διοίκησιν ἀγωγὴν, εἴγε διῴκει τὰ τοῦ ἀνδρὸς καὶ ἔτι περιόντος αὐτοῦ. ὁμοίως φησὶ καὶ ἐν τῷ περὶ ἀγωγῆς ἀφαιρέσεως πράγματος.]

5

pr.[Ἀνάγν. καὶ βι. κδ΄ τί. δ΄] κεφ. α΄ καὶ β΄ καὶ γ΄, ἐν ᾧ φησι· Ὅτι οὐ κατέχεται ἡ γυνὴ ἐκ τῶν τοῦ ἀνδρὸς συναλλαγμάτων, κἂν ἐγγυήσηται αὐτὸν, ὡς ἐκ τοῦ βελλιανίου δόγματος βοηθουμένη. Καὶ οὐδὲ δημευομένου τοῦ ἀνδρὸς συνυπάγονται τῇ δη- μεύσει τὰ πράγματα τῆς γυναικός. Οὐδὲ τὰ ἐξώπροικα ὑπόκεινται ταῖς τοῦ ἀνδρὸς λειτουργίαις.

6

pr.Ἀνάγν. καὶ βι. κέ τί. ζ ' κεφ. λβ΄, ἐν ᾧ φησιν· Ἡ γυνὴ κἂν ὑπὲρ ἄλλου δέδωκεν ἐνέχυρα, ὅμως οὐ δύναται ταῦτα πιπράσκειν ὁ δανειστὴς, εἰ μὴ ὑποτιθεμένου αὐτὰ τοῦ ἀνδρὸς αὐτῆς προσεποιεῖτο μὴ εἶναι ἴδια καὶ περιεγράψατο τὸν δανειστὴν ἀγνοοῦντα.

7

pr.Ἀνάγν. καὶ βι. λέ τί. κα κεφ. λς΄. Γυνὴ δυναμένη αἰσχρὰν ἔχειν ὑποψίαν οὐδὲ ἀπὸ στρατιωτικῆς διαθήκης δύναταί τι λαβεῖν.

8

pr.Ἀνάγν. καὶ βι. νς ' τί. β΄ κεφ. γ ' δ, ἐν ᾧ φησιν· Ὅτι συγγινώ σκεται γυνὴ τὸ ἴδιον ἀγνοήσασα δίκαιον. ὁμοίως καὶ ἐν τῷ περὶ ἀγνοίας νόμου εἴρηται.

9

pr.Ἀνάγν. καὶ βι. κς ' τί. ζ΄ κεφ. μζ΄, ἐν ᾧ φησιν· Ὅτι ' καὶ ὁ ἐγγυητὴς τῆς ἀντιφωνησάσης βοηθεῖται, κἂν μὴ ἔχῃ κατ᾿ αὐτῆς τὴν περὶ τοῦ μανδάτου ἀγωγήν. πᾶσα γὰρ ἡ ἐνοχὴ ἀκυροῦται καὶ ἀποκαθίσταται τῷ δανειστῇ κατὰ τοῦ πρώτου χρεώστου.

10

pr.Καὶ κεφ. ξζ΄, ἐν ᾧ φησιν· Ὅτι καὶ ὑπὲρ παιδὸς ἀντιφωνοῦσα γυνὴ κέχρηται τῇ παραγραφῇ.

11

pr.Καὶ κεφ. οε καὶ πζ΄, ἐν οἷς φησιν· Ὅτι ἡ γυνὴ προῖκα ἐπαγγειλαμένη οὐ βοηθεῖται.

12

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. μδ΄ κεφ. κδ΄, ἐν ᾧ φησιν· Ὅτι ἡ γυνὴ οὐ δύναται κινεῖν ἔγκλημα, εἰ μὴ ἐπὶ ἰδίᾳ αἰτίᾳ.