JGR V 3.8
Περὶ γονέων, καὶ τῆς εἰς αὐτοὺς ὑποταγῆς καὶ προνοίας τῶν παίδων, καὶ τῆς πρὸς τοὺς παῖδας παρὰ τῶν γονέων ὀφειλομένης ἐπὶ τῇ [ἀν] αγωγῇ αὐτῶν προνοίας, καὶ ὅτι ἁμαρτάνοντες εἰς τοὺς γονεῖς οἱ παῖδες κολαζόνται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λά τί. ς΄, οὗτινος ἐν τῷ ἐ κεφ. φησίν· Ὁ δικαστὴς διαγινώσκει τοὺς παῖδας ἐκ τῶν γονέων καὶ τοὺς γονεῖς ἐκ τῶν παίδων δι᾽ ἀπορίαν καὶ ἀσθένειαν τρέφεσθαι, εἴτε αὐτεξούσιοί εἰσιν οἱ παῖδες εἴτε ὑπεξούσιοι. Καὶ ὁ πορνογενής τρέφει τὴν μητέρα, καὶ ἡ μήτηρ αὐτόν. Καὶ ὁ κατὰ μητέρα πάππος ἀποτρέφει. Καὶ ὁ πατὴρ τὴν νόμιμον θυγατέρα. Τὸν πενόμενον παῖδα καὶ μὴ δυνάμενον κάμνειν τρέφειν ὁ πατὴρ ἀναγκάζεται. Οὐ μόνον τρέφειν ὁ γονεὺς ἀναγκάζεται τὸν παῖδα, ἀλλὰ καὶ τὰ λοιπὰ βάρης χορηγεῖν αὐτῷ, ἐσθῆτα καὶ οἴκησιν. Καὶ ὁ αὐτεξούσιος ἄνηβος πενόμενον τὸν πατέρα ἀναγκάζεται τρέφειν. [ἄτοπον γάρ ἐστιν, ἐν εὐπορίᾳ ὄντος τοῦ παιδὸς πένεσθαι τὸν πατέρα καὶ δεῖσθαι τῶν ἀναγκαίων.] Ἡ μήτηρ ἀναγκαίως ἀποθρέψασα τὴν θυγατέρα καὶ συμμέτρως καλῶς ἀπαιτεῖ τὸν πατέρα· οὐ μὴν ἐὰν σχέσει μητρικῇ ἐδαπάνησε, κἂν παρὰ τῷ πατρὶ᾽ ἀπετρέφετο. Τρέφειν οὐ μὴν καὶ χρέος ὑπὲρ τοῦ πατρὸς ὁ υἱὸς ἀναγκάζεται διδόναι. ὡσαύτως καὶ ἐπὶ πατρός. Καὶ ὁ κληρονόμος τοῦ υἱοῦ οὐκ ἀναγκάζεται τὸν πατέρα τρέφειν, εἰ μὴ ἄκρως πένεται. Ὡς καὶ οἱ πάτρωνες καὶ οἱ ἀπελεύθεροι τρέφουσιν ἀλλήλους.
2
pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Τὰ βάρη τῶν ἐξ ἀῤῥενογονίας ὑπέχομεν ἐκγόνων, οὐ μὴν καὶ τῶν ἀπὸ θυγατέρων. αὗται γὰρ οὐχ ἡμῖν, ἀλλὰ τοῖς ἰδίοις ἀνδράσιν ὑπεξουσίους τίκτουσιν. εἰ δὲ μὴ περίεισιν οἱ πατέρες αὐτῶν ἢ πένονται, τὰ βάρη αὐτῶν ὑπέχομεν.
3
pr.Ἐν δὲ τῷ ι'ι κεφ. Ταῖς χρείαις τῶν πατέρων βοηθεῖν τοὺς παῖδας δίκαιόν ἐστιν.
4
pr.Ὁ᾽ ἁρμόδιος δὲ δικαστὴς κελεύσει τὸν πατέρα τρέφεσθαι παρὰ τοῦ παιδὸς, ἐὰν ἔχῃ ἱκανὴν οὐσίαν εἰς τὸ ἀπσθρέψαι τὸν πατέρα.
5
pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Κἀκεῖνο δὲ διατυπῶσαι συνείδομεν, ἵνα εἴποτε τὸν μεταξὺ ἀνδρὸς καὶ γυναικὸς γάμον λυθῆναι συμβαίη, οἱ ἐκ τούτου τοῦ γάμου γεννηθέντες παῖδες μηδενὶ τρόπῳ βλαβῶσιν ἐκ τῆς διαζεύξεως τοῦ γάμου, ἀλλὰ πρὸς τὴν τῶν γονέων κληρονομίαν καλείσθωσαν, ἐκ τῆς τοῦ πατρὸς οὐσίας [ἀναμφισβητήτως] ἀποτρεφόμενοι.
6
pr.Ἐν δὲ τῷ ιζ΄ κεφ. Ὅπερ δὲ περὶ τοῦ τρέφεσθαι τὸν πατέρα καὶ τοὺς παῖδας διωρίσαμεν πενομένους, τοῦτο δὴ καὶ ἐπὶ πάντων τῶν ἀνιόντων καὶ κατιόντων προσώπων ἑκατέρας φύσεως κρατεῖν κελεύομεν.
7
pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Καὶ ὁ στρατιώτης υἱὸς τὴν εὐσέβειαν χρεωστεῖ τῷ πατρὶ, καὶ ἁμαρτάνων εἰς αὐτὸν κολάζεται πρὸς τὸ μέτρον τοῦ ἁμαρτήματος. Καὶ οἱ συνελευθερωθέντες τῇ μητρὶ τιμᾷν αὐτὴν ὀφείλουσιν. Ὁ πατέρα ἢ μητέρα τύπτων, οὓς προσκυνεῖν ὀφείλει, κατὰ τὸ μέτρον τοῦ ἁμαρτήματος τιμωρεῖται. πρὸς γὰρ τὴν δημοσίαν εὐσέβειαν ἀναφέρεται τοῦτο. Καὶ ὁ πατέρα ἢ μητέρα, ὑφ᾽ ὧν ἀνετράφη, γόητας εἰπὼν ἀνάξιός ἐστι στρατείας.
8
pr.Ἐν δὲ τῷ β΄ κεφ. Οἱ γονεῖς καὶ οἱ πάτρωνες εἰ καὶ διὰ ἐντολέων ἀγωνίζονται, ὅμως οὐκ ἐνάγονται τῇ περὶ δόλου ἢ τῇ περὶ ὕβρεως ἀγωγῇ· εἰ καὶ τὰ μάλιστα οὐκ ἀτιμοῦνται διὰ ἐντολέως ἀγωνιζόμενοι. οὔτε τῷ περὶ βίας ἐνάγονται.
9
pr.Ἀνάγν. καὶ βι. μθ΄ [τί. β΄] κεφ. ζ΄, ἐν ᾧ φησιν· Καὶ ὁ πατὴρ τῷ υἱῷ καὶ ὁ πάτρων τῷ ἀπελευθέρῳ τίμιος εἰκότως νομίζεται.
10
pr.Καὶὶ ὅτι τιμὴν ὁ υἱὸς τῷ πατρὶ χρεωστεῖ, οὐ μὴν ἐργασίαν.