JGR V 21.9
Περὶ φυλακητῶν καὶ φυλάκων καὶ φυλακῆς, καὶ τίσιν ὑποβάλλονται τιμωρίαις οἱ ἀποδιδράσκοντες τῆς φυλακῆς καὶ οἱ φύλακες αὐτῶν, καὶ περὶ τοῦ μὴ εἶναι φυλακὴν ἰδιωτικήν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βί. ξ τί. λε΄, οὗτινος ἐν τῷ ιβ΄ κεφ. φησίν· Οἱ ἀποφυγόντες τὴν φυλακὴν, εἴτε κλάσαντες αὐτὴν ἢ τοῖς λοιποῖς συμπνεύσαντες, κεφαλικῶς κολάζονται. εἰ δὲ κατὰ ῥᾳθυμίαν τῶν φυλάκων ἀπέφυγον, μετριώτερον τιμωροῦνται.
2
pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐὰν συμπνεύσαντες οἱ δέσμιοι ῥήξωσι τὰ δεσμὰ καὶ τὴν φυλακὴν καὶ ἀποφύγωσιν, εἴτε ἀνεύθυνοι ἦσαν τιμωροῦνται, εἴτε ὑπεύθυνοι πλέον κολάζονται ἤπερ᾿ τὸ ἔγκλημα ἀπῄτει ἐφ᾽ ᾧ συνεσχέθησαν. οἱ δὲ τὴν συσκευὴν διελέγξαντες ἀπολύονται.
3
pr.Ἐν δὲ τῷ κα κεφ. Ὁ κατασχεθεὶς μὴ ἐπὶ πολὺν χρόνον μενέτω ἐν τῇ φυλακῇ. χρὴ γὰρ αὐτὸν ἢ συντόμως ἀπολυθῆναι ἢ συντόμως τιμωρηθῆναι. κελεύομεν οὖν τὸν ὑπομνηματογράφον, ἀφ᾽ οὗ ἐμβληθῇ τις ἐν τῇ φυλακῇ, καθ᾽ ἑκάστην ἡμέραν ἕως λ΄ ἡμερῶν προφέρειν τῷ ἄρχοντι τὴν γνῶσιν τῶν ἐγκεκλεισμένων, ἐν ᾗ δεῖ περιέχεσθαι καὶ τὴν ποιότητα τῶν ἁμαρτημάτων. εἰ δὲ μὴ ταῦτα γένηται, ἡ μὲν τάξις κ΄ λιτρῶν χρυσίου προστιμηθήσεται, ὁ δὲ ἄρχων ἐκπίπτων τῆς ἀξίας ί ' χρυσίου λιτρῶν καὶ τοῖς ἡμετέροις εἰσαχθῆναι θησαυροῖς.
4
pr.Οὐδένα χρὴ ἐμβάλλεσθαι φυλακῇ χωρὶς κελεύσεως τῶν μεγάλων ἀρχόντων τῆς βασιλίδος πόλεως, ἐν δὲ ταῖς ἐπαρχίαις χωρὶς τῶν ταύτας ἰθυνόντων ἢ τῶν κατὰ τόπον ἐκδίκων. Χρὴ δὲ τὸν ἐπίσκοπον κατὰ τετράδα καὶ παρασκευὴν ἐπισκέπτεσθαι ' διὰ τί ἐνεβλήθησαν. καὶ εἰ μὲν δοῦλοί εἰσιν, διὰ ' κ ' ἡμερῶν ἐκβάλλεσθαι αὐτοὺς ἢ σωφρονιζομένους ἢ τοῖς δεσπόταις παραδιδομένους, ἢ ἐὰν μὴ φαίνηται ὁ δεσπότης, ἀπολύειν αὐτούς. εἰ δὲ ἐλεύθεροί εἰσιν ἐπὶ ἀταξίᾳ κατεχόμενοι, παραχρῆμα κρίνειν αὐτούς· ἢ ἐὰν περὶ ἄλλης οἱασδήποτε αἰτίας, παρασχεῖν αὐτοὺς ἐγγύας· εἰ δὲ μὴ ἔχουσιν ἐγγυητὰς, εἰ μὲν ἐπὶ ἐγκλήματι κατέχονται χωρὶς φόνου, ἐν τάχει αὐτοὺς κρίνεσθαι· εἰ δὲ κεφαλικόν ἐστι τὸ ἔγκλημα, εἴσω λ΄ ἡμερῶν. Ἐὰν δὲ χρεία πλείονος ὑπερθέσεως μηδαμοῦ παρέχοντος αἰτίαν τοῦ ἐγκεκλεισμένου, δοθῆναι αὐτὸν ἐπὶ ἐξωμοσίᾳ, ἵνα ἡ ψῆφος γένηται κατ᾿ αὐτοῦ ἐὰν ἀπολειφθῇ. ἐὰν δὲ φόνου ἐστίν, εἰ μὲν ἀπὸ ἀναφορᾶς δημοσιευόντων, εἴσω ἓξ μηνῶν κρίνεσθαι· εἰδότων τῶν δημοσιευόντων, ὅτι ἐὰν ψεύσωνται, τῇ αὐτῇ ὑπόκεινται τιμωρίᾳ. εἰ δέ τις ἐγγραψάμενος αἴτιος γέγονε τῆς ἐνοχῆς, δίδοσθαι αὐτὸν ὑπὸ ἐγγύας· ἢ ἐὰν μὴ εὐπορῇ ἐγγυητῶν, μεῖναι μὲν ἐν τῷ δεσμωτηρίῳ, τέμνεσθαι δὲ τὴν δίκην ἐντὸς ἐνιαυτοῦ. προλήψεως δὲ περὶ αὐτοῦ γενομένης ὡς ὑπευθύνου, εἶναι αὐτὸν ἐν τῇ φρουρᾷ ἕως ὅτε πε ραιωθῇ ἡ δίκη. εἰ δὲ ἤδη ψῆφος γέγονε περὶ τῶν ἐγκεκλει σμένων, ἐκβιβάζεσθαι αὐτὴν, εἴτε σωματική ἐστιν εἴτε χρηματική.
5
pr.Ἀνάγν. καὶ τί. να κεφ. ξ΄ θέμ. β΄ καὶ τί. νε κεφ. α΄, ἐν ᾧ φησι· Μὴ ἐν οἱᾳδήποτε πόλει μήτε ἐν ἀγροῖς ἔστωσαν ἰδιωτικαὶ φυλακαὶ ἢ ἐν οἴκοις, ἀλλὰ φροντιζέτωσαν τούτου καὶ οἱ τῶν ἐπαρχιῶν ἄρχοντες. ἐὰν δὲ ῥᾳθυμήσωσιν, ὑποκείσθωσαν τῷ τῆς ἱεροσυλίας ἐγκλήματι. καὶ οἱ πρῶτοι δὲ τῆς τάξεως τῷ αὐτῷ ἐγκλήματι ἐνεχέσθωσαν, οἳ μὴ εὐθέως ἅμα ἔγνωσαν ἀνήγαγον τῷ ἄρχοντι. καὶ αὐτοὶ δὲ οἱ ἡμαρτηκότες ὑποκείσθωσαν τῷ περὶ καθοσιώσεως δικαστηρίῳ.
6
pr.Ἡ διάταξις κελεύει μὴ γίνεσθαι ἰδιωτικὰς φυλακάς. τοὺς δὲ τοῦτο πράττοντας ὑποκεῖσθαι καὶ ἐπιτιμίῳ καὶ διάγειν ἐν τῇ δημοσίᾳ φρουρᾷ τοσαύτας ἡμέρας, ὅσας δήποτε ἂν γέγονεν ὁ ἐγκλεισθεὶς ἐν τῇ γενομένῃ παρ᾽ αὐτῶν φυλακῇ, ὁποίας ἂν εἴησαν τύχης ἢ ἀξίας· ἐκπίπτειν δὲ καὶ τῆς δίκης τῆς ἁρμοζούσης αὐτοῖς κατὰ τῶν ἐγκλεισθέντων, προνοίᾳ τοῦ ἐπισκόπου καὶ τοῦ ἄρχοντος. εἰ δὲ καὶ ῥᾳθυμήσει ὁ ἄρχων, ὑφίστασθαι κίνδυνον καὶ περὶ τὴν οὐσίαν καὶ περὶ τὴν σωτηρίαν.
7
pr.Ἀνάγν. καὶ βι. γ΄ τί. α κεφ. δ΄ καὶ βι. νς τί. ιζ΄ κεφ. λζ΄, ὅπερ εἴρηται ἐν τῷ περὶ φροντιστῶν.