IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Μ

JGR V 12.8

Περὶ μεταθέσεως ἐνοχῆς.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κς ' τί. δ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Πᾶν πρᾶγμα μεταφέρεται, ἐὰν ἐπὶ τῷ μεταγαγεῖν ἐπερωτήσωμεν· ἐπείτοιγε δύο εἰσὶν ἐνοχαί.

2

pr.Ἐν δὲ τῷ ἐ κεφ. Ἡ ὑπὸ ἡμέραν ἐνοχὴ καὶ πρὸ τῆς ἡμέρας μεταφέρεται. καὶ ὑπὸ ἡμέραν γίνεται ἐνοχῆς μετάθεσις, ἀλλ᾽ οὐ κινεῖται πρὸ τῆς ἡμέρας ἡ περὶ τούτου συμφωνία.

3

pr.Ἐν δὲ τῷ κέ κεφ. Ἐὰν ἀντ᾿ ἄλλου δοθεὶς ὑπεύθυνος ὁ ἀγοραστὴς ὁμολογήσῃ κατὰ μετάθεσιν τῆς ἐνοχῆς, ὅσα δοῦναι ἢ παρασχεῖν ἐκ τῆς ἀγορασίας ὀφείλει, οὐδετέρῳ τοῦ μέλ λοντος χρόνου τόκους χρεωστεί.