JGR V 12.9
Περὶ μετοίκων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νδ΄ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν ὁ γενόμενος μέτοικος ἐν τόπῳ τινὶ καὶ λειτουργήσας, πρὶν ἢ εἰς ἑτέραν ἑλκυσθῇ λειτουργίαν, μετήνεγκε τὴν κατοίκησιν ἑαυτοῦ, οὐκέτι ἀναγκάζεται ἐν ἐκείνῳ τῷ τόπῳ λειτουργῆσαι. τὸ γὰρ μεταστῆσαί τινα τὴν οἴκησιν τὴν μὲν ἀρχαιογονίαν αὐτοῦ οὐκ ἐναλλάσσει, τὸ δὲ μετοίκιον ἐναλλάσσεται.