JGR V 12.10
Περὶ μετρητῶν ψευσαμένων περὶ τὸ μέτρον.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. θ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ μετρητὴς ψευσάμενος περὶ τὸ μέτρον τοῦ φιλονεικουμένου ἢ πιπρασκομένου ἀγροῦ ὑπόκειται τῇ τοῦ διπλοῦ ἀπαιτήσει. οὔτε γάρ ἐστι μίσθωσις, ἀλλὰ καὶ ἀχρήστως τὶς κινεῖ τὴν περὶ μισθώσεως ἀγωγήν. τὸ γὰρ διδόμενον τῷ μετρητῇ οὐκ ἐστι μισθὸς, ἀλλ᾽ ἀντίδωρον. Καὶ ἀπὸ δόλου μόνου ἐνέχεται καὶ μεγάλης ἀμελείας, κἂν ἔλαβεν. ἐκεῖνος ἐνέχεται [δ] ἐκφωνήσας δι᾽ ἑαυτοῦ ἢ δι᾽ ἄλ λου ἢ διὰ γραμμάτων.
2
pr.Εἰ δὲ καὶ μετρητὴς ἐπι [τρα] πεὶς μετρῆσαι ἑτέρῳ ἐπιτρέψει, κἀκεῖνος δόλον ποιήσει, αὐτὸς ἐνέχεται, ὡς τοιούτῳ καταπιστεύσας.
3
pr.Ἐν δὲ τῷ ἐ΄ κεφ. Οὐ μόνον ἐπ᾿ ἀγροῦ χώρα τῇ τὸ διπλοῦν ἀπαιτούσῃ ἀγωγῆ, ἀλλὰ καὶ τῶν λοιπῶν πραγμάτων· τυχὸν οἴκου, οἴνου, σίτου, δουλειῶν καὶ λίθων.
4
pr.Καὶ κατὰ μηχανικοῦ ψευσαμένου κατὰ ἀπάτην ἁρμόζει, καὶ κατὰ τοῦ μὴ ὄντος μετρητοῦ, ἀπατήσαντος δὲ περὶ τὸ μέτρον, καὶ ἀρχιτέκτονος καὶ ἐργολάβου, καὶ ταβουλλαρίου περὶ τὸν συμψηφισμὸν ἀπατήσαντος.