JGR V 12.11
Περὶ μεταλλιζομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ ' τί. να κεφ. θ ' καὶ ια΄, ἐν ᾧ φησι· Ποινὴ μετάλ` λου ἐστὶ τὸ καταδικασθῆναί τινα ἄσβεστον ποιεῖν ἢ θεῖον ὀρύττειν.
2
pr.Καὶ κεφ. νβ΄, ἐν ᾧ φησιν· Ὅστις εἰς μέταλλον εἴη κατὰ τὴν τῶν ἐγκλημάτων τῶν καταληφθέντων ποιότητα καταδικασθεὶς, μηδαμῶς ἡ αὐτοῦ ὄψις ἐπιγραφέσθω. ὁπότε καὶ ἐν ταῖς χερσὶ καὶ ἐν ταῖς κνήμαις δύναται ἡ τιμωρία τῆς καταδίκης μιᾷ γραφῇ περιέχεσθαι· ὥστε ἡ ὄψις, ἥτις πρὸς μίμησιν τῆς ὡραιότητος τῆς οὐρανίας ἐστὶ πεπλασμένη, μηδαμῶς σπιλωθῇ.