JGR V 1.41
Περὶ ἀναφωνούντων εἰς ἐλευθερίαν εἴτε εἰς εὐγένειαν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κβ΄ τί. α΄΄ κεφ. ή, ἐν ᾧ φησιν, ὅτι καὶ ὁ ἀναφωνῶν εἰς ἐλευθερίαν δεικνύει, εἰ καὶ τὰ μάλιστα ὁ παραγραφόμενος ὃ λέγει δεικνύει.
2
pr.Ἀνάγν. καὶ κεφ. νβ΄ καὶ βι. μη΄ τί. η΄, οὗτινος ἐν τῷ ζ᾽ κεφ. φησίν. Ὁ εἰς ἐλευθερίαν ἀναβοῶν ἐνάγων ἐστίν· εἰ δὲ ἐκ ταύτης δουλαγωγεῖται, ὁ λέγων αὐτὸν εἶναι δοῦλον. εἰ δὲ ἄδηλόν ἐστι, τοῦτο αὐτὸ πρῶτον δεῖ σκοπεῖν, ὥστε γνωσθῆναί τις βαρεῖται ταῖς ἀποδείξεσιν.
3
pr.Ἀνάγν. καὶ τί. θ ' καὶ κ΄ καὶ κεφ. κα΄, ἐν ᾧ φησιν· Ὁ ἀπὸ δουλείας ἀναφωνῶν εἰς ἐλευθερίαν αὐτὸς βαρεῖται τῇ ἀποδείξει. ἐὰν δέ τις τὸν ἐλεύθερον εἰς δουλείαν ἕλκῃ, πάλιν αὐτὸς τοῦτο ἀποδείκνυσιν.
4
pr.Ἀνάγν. καὶ τί. κα΄ καὶ κβ΄ καὶ τί. ί ', ἐν ᾧ διαλαμβάνει περὶ τῶν εἰς εὐγένειαν ἀναφωνούντων ἀπελευθέρων, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἀπελεύθερος εὐγενὴς εἶναι λέγων ἐντὸς ε΄ ἐτῶν ἀφ᾽ οὗ ἠλευθερώθη ἀκούεται. εἰ δὲ μετὰ ταῦτα λέγει εὑρεῖν δικαιώματα ὑπὲρ τῆς εὐγενείας, δεῖ αὐτὸν βασιλεῖ προσελθεῖν ἐφ᾽ ᾧ [δια] γνῶναι.
5
pr.Ἀνάγν. καὶ βι. ζ ' τί. ε κεφ. ις ' καὶ πζ ' καὶ πή, ἐν ᾧ φησιν, ὅτι πᾶς ἀναφωνῶν εἰς ἐλευθερίαν ἀπὸ δουλείας ἐν τῷ φόρῳ τοῦ λεγομένου δεσπότου δικάζεται.