JGR V 1.42
Περὶ τῶν ἀναγκαζομένων μαρτυρεῖν ἢ προφέρειν [ἐν δικαστηρίῳ] δικαιώματα ἢ καὶ ἐκδιδόναι εἴτε καθ᾽ ἑαυτῶν εἴτε κατά τινων, καὶ τίνες οὐκ ἀναγκάζονται μαρτυρεῖν ἢ προφέρειν δικαιώματα ἢ ἐκδιδόναι τοὺς λογισμοὺς, καὶ ὅτι οὐδεὶς ἀναγκάζεται χρηματικὴν ἢ ἐγκληματικὴν δίκην κινεῖν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ζ΄ τί. ιη΄, οὗτινος ἐν τῷ ἐ΄ κεφ. φησίν· Ὄμνυσιν ὁ ἀντίδικος τοῦ ἀργυροπράτου, μὴ κατὰ συκοφαντίαν ἢ διαστροφὴν ἐπιζητεῖν τὴν ἔκδοσιν, περιττῶς τυχὸν ἢ ἔχων. Καὶ ὅτι λογισμοί εἰσιν οἱ δοσοληψίας ἔχοντες τῆς αὐτοῦ πραγματείας. ὅσα δὲ μὴ οὕτω δέδωκεν ἢ ἐνέχυρα ἔλαβεν ἢ μανδάτον ὑπεδέξατο, οὐκ ἀναγκάζεται ἐκδοῦναι. τὴν ἀντιφώνησιν δὲ ἣν ὑπῆλθεν, ὡς μέρος οὖσαν τῆς πραγματείας, ἐκδίδωσιν. Καὶ ὅτι ἀπὸ τοῦ παρόντος νόμου ἡ ἀγωγὴ εἰς τὸ διαφέρον ἁρμόζει. ἐκδίδοται δέ μοι, εἴτε ἐγὼ συνήλλαξα αὐτῷ εἴτε ὁ [προ] κουράτωρ μου.
2
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἐκδοῦναί ἐστι τὸ ὑπαγορεῦσαι ἢ ἐν χάρτῃ δοῦναι ἢ προκομίσαι τὴν πυκτήν.
3
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Τῷ αὖθις αἰτοῦντι ἐκλαβεῖν, εἰ μὴ τῆς αἰτίας διαγινωσκομένης, οὐ δίδοται. Τί γάρ; ὅτι τὸ ἐκδοθὲν ἐπὶ ξένης ἔχει, ἢ ἀτελῶς [ἐξ] έλαβεν, ἢ κατὰ μεγάλην ἀπώλεσε περίστασιν.
4
pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Ὁ μὴ ἐκδούς μοι ἐνέχεται εἰς ὃ διέφερέ μοι, ὅτε διελαλήθη περὶ τῆς ἐκδόσεως, εἴτε μηδὲν ὕστερον ἢ πλέον ἢ ἧττον διαφέρει μοι.
5
pr.Ἐν δὲ τῷ ί κεφ. Οὐ μόνον εἰ αὐτὸς ὁ ἀργυροπράτης δικάζεταί μοι, ἀναγκάζεται τοὺς λόγους προκομίζειν, ἀλλ᾽ εἰ καὶ πρὸς ἄλλον δοκιμάζομαι. διὰ τοῦτο δὲ μόνοι οἱ ἀργυροπράται ἀναγκάζονται ἐκδοῦναι, οὐ μὴν οἱ ἄλλοι πραγματευταὶ οἱ τούτοις ἀνόμοιοι, ὅτι τὸ τῶν ἀργυροπρατῶν ὀφφίκιον δημοσίαν αἰτίαν ἔχει, καὶ ἡ σπουδὴ αὐτῶν ἐστι τὸ ἐπιμελῶς συντιθέναι τοὺς λόγους. Ὀφείλει δὲ διδόναι εἰς μεταγραφὴν πᾶν τὸ πρὸς τὸ ζητούμενον ἀνῆκον, οὐ μὴν ὅλον τὸν κώδικα ἢ τοὺς λογισμοὺς ὅλους.
6
pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Χρήματα λέγων τὶς παραδεδωκέναι γυναικὶ λόγῳ παρα [καταθήκης καὶ μὴ εἰπορῶν ἑτέρωθεν ἀποδεῖξαι τὴν παρα [κατα] θήκην, ἀπῄτει τὴν γυναῖκα τὰ ἴδια βρέβια, λέγων ἐν αὐτοῖς ἐγγεγράφθαι, ὅτι τὴν παρακαταθήκην ἔλαβεν ἡ γυνή. πρὸς τοῦτο τοίνυν ἀντιγράφει ὁ βασι λεὺς οὕτως· αὐτὸς διασκόπησον, κατὰ ποῖον τρόπον τὰ χρήματα, ἅτινα παρατεθεικέναι λέγεις, ἀποδείξεις χρεωστεῖσθαί σοι. καὶ γὰρ ὅπερ ἐπιζητεῖς, ἵνα τοὺς λόγους τοὺς ἰδίους ἡ ἀντίδικος παράγῃ σοι, τοῦτο κατὰ διάγνωσιν πρὸς τὸ ὀφφίκιον τοῦ δικαστοῦ ἀνήκειν εἴωθεν· τουτέστιν αὐτὸς ὁ ἄρχων διαγνώσεται, καὶ εἰ [εὕροι] εὔλογον καὶ δικαίαν αἰτίαν, δι᾽ ἣν ἐξαιτεῖς προενεχθῆναι τὰ τῆς διαδίκου· σου βρέβια, τοῦτο γενέσθαι παρασκευάσει.
7
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Οἱ κατηγορεῖν βουλόμενοι τὰς ἀποδείξεις ἔχειν ὀφείλουσιν. ὁπότε οὐδὲ ὁ τοῦ νόμου᾽ οὐδὲ ὁ τῆς δικαιοσύνης λογισμὸς ἐπιτρέπει, ἵνα τῶν ἀλλοτρίων δικαιωμάτων ἐποπτευτέων ἐξουσία γίνεσθαι ὀφείλῃ τινίς. καὶ ὅτι πολλάκις τὶς ἐνῆγε κατά τινος ὡς χρεωστούμενος παρ᾿ αὐτοῦ καὶ προσέφερεν αὐτοῦς γραμματεῖον, ὁ δὲ ἐναγόμενος ἔλεγε πάλαι καταβεβληκέναι τὸ χρέος· καὶ ἀπαιτούμενος δεῖξαι ὅτι κατέβαλεν, ἔλεγεν ὅτι ἢ μὴ εἰληφέναι ἀπόδειξιν ἢ ἀπολωλεκέναι τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ δανειστοῦ ἀκυρωσίαν. ἐζήτει δὲ προσενεχθῆναι τὰ βρέβια τοῦ δανειστοῦ λέγων, ὅτι ἐν αὐτοῖς ἐγγέγραπται ἀπολαβεῖν παρ ' ἐμοῦ τὸν δανειστήν. ἀνανεύοντος οὖν τοῦ δανειστοῦ πρὸς τοῦτο, καὶ ἴσως κεχρημένου τῷ κανόνι τῆς προλαβούσης διατάξεως, ὅτι οὐδεὶς ὀφείλει ἐξ ἀλλοτρίων δικαιωμάτων ἀγωνίζεσθαι, μαθὼν ὁ βασιλεὺς ἐδέξατο τοῦ χρεώστου τὴν αἴτησιν, καὶ ἀντέγραψεν οὕτως· οὐκ ἐστι καινὸν, ἐκεῖνον ἀφ᾿ οὗ ἀπαιτεῖται τὰ χρήματα ἐπιζητῆσαι τοὺς λόγους τοῦ δανειστοῦ προενεχθῆναι, ἵνα ἡ πίστις δυνηθείη συστῆναι.
8
pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Τῆς πρὸ ταύτης διατάξεως δοκούσης περὶ ἰδιωτῶν δανειστῶν διαλέγεσθαι, καὶ νομοθετησάσης προσφέρεσθαι τοὺς λόγους, ἡνίκα τοῦτο ἐπιζητοῦσιν οἱ ἐναγόμενοι, συνέβαινε πολλάκις πολιτικὸν ἢ δημόσιον χρέος ἀπαιτεῖσθαί τινα καὶ ἐπιζητεῖν προσενεχθῆναι τοὺς τῆς πόλεως λόγους· καὶ ἐκέχρητο μὲν τῇ προλαβούσῃ διατάξει [ὁ τοῦτο ἐπιζητῶν ἐναγόμενος· ἀντέλεγον δὲ οἱ τὰ δημόσια ἢ τὰ πολιτικὰ μεθοδεύοντες, φάσκοντες ἐπὶ μένων ἰδιωτικῶν λόγων χώραν εἶναι τῇ προλαβούσῃ διατάξει]. εἰκότως οὖν καὶ κατὰ τάξιν ἡ παροῦσα διάταξις νομοθετεῖ, δικαίαν εἶναι τὴν αἴτησιν καὶ τοῦ ἀπαιτουμένου τὰ δημόσια, ἵνα τῶν λόγων τῶν δημοσίων παραγενομένων ἀποδειχθείη πόσον ὀνόματι αὐτοῦ τοῦ ἐναγομένου καταβέβληται. ἐκ τῶν δύο οὖν τούτων διατάξεων τοῦτο συνάγεται, ὅτι κἂν ἰδιώτης κἂν πόλις κἂν ὁ δημόσιος λόγος ἐνάγῃ τινὶ, δύναται ὁ ἐναγόμενος καλῶς ἐπιζητεῖν τοῦ ἰδιωτικοῦ δανειστοῦ τοὺς λόγους προενεχθῆναι καὶ τοὺς πολιτικοὺς ἢ δημοσίους λόγους, ἵνα ἐκ τούτων ἀποδειχθῇ πόσον καταβέβληται.
9
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἐν τῇ πρώτῃ τοῦ τίτλου διατάξει πῖος ὁ καὶ ἀντωνῖνος· ἐνομοθέτησεν, ἄτοπον εἶναι τὸν ἐνάγοντα ἐπιζητεῖν τὰ τοῦ ἐναγομένου προενεχθῆναι συμβόλαια. ἡ δὲ πέμπτη τοῦ τίτλου διάταξις ἀλεξάνδρου οὖσα εἶπεν, ἐξεῖναι τῷ ἐναγομένῳ ἐπιζητεῖν προενεχθῆναι τοὺς τοῦ ἐνάγοντος λόγους πρὸς σύστασιν τῆς ἀληθείας. ἐδόκουν τοίνυν ἐναντίαι ἀλλήλαις εἶναι αἱ διατάξεις, καὶ μᾶλλον εἶναι ἐπικρατεστέρα ἡ ἀλεξάνδρου, τουτέστιν ἡ ε΄, ὡς μεταγενεστέρα τῷ χρόνῳ. ζητήσεως οὖν περὶ τοῦτο γενομένης αὐτὸς ἀλέξανδρος ὁ βασιλεὺς ἀντιγράφει οὕτως· καὶ ἅτινα παρὰ τοῦ θείου ἀντωνίνου τοῦ πατρὸς καὶ ἅτινα παρ᾿ ἐμοῦ ἀντεγράφη, τοῖς τοῦ δικαίου καὶ τοῖς τοῦ νομίμου λογισμοῖς συνάδουσιν. οὐδὲ γὰρ ἐναντίαι εἰσὶν ἢ ἀπᾴδουσιν ' ἀλλήλων· ὁπότε πολλή ἐστιν ἡ διαφορὰ, ἐκ τοῦ μέρους ἐκείνου ὃς τίποτε ἀπαιτεῖ καὶ ὃς τῇ τοῦ δόλου παραγραφῇ ἀπαιτεῖσθαι δύναται ἐκ τῆς ἰδίας ἀπαιτήσεως, λόγοι προενεχθῆναι ἐπιζητοῦνται, δι᾽ ὧν ὁ ἐναγόμενος φιλονεικεῖ δύνασθαι ἐπιστῆναι τῇ ἀληθείᾳ· ὅπερ δηλαδὴ καὶ γίνεσθαι αὐτὴ ἡ τοῦ πράγματος δικαιοσύνη συμβουλεύει· εἰ μήτι παρ᾽ ἐκείνου τοῦ ἀπαιτουμένου τίποτε λόγοι προενεχθῆναι ἐπιζητοῦνται, τουτέστι παρὰ τοῦ ἐναγομένου, ὁπότε ἐν τούτῳ τῷ θέματι οὐ χρὴ τὴν ἀρχαιογονίαν τῆς ἀπαιτήσεως ἐκ τῶν δικαιωμάτων ἐκείνου τοῦ ἐναγομένου ἰσχυροποιεῖσθαι καὶ θεμελιοῦσθαι.
10
pr.Ἀνάγν. καὶ τί. ιθ΄ κεφ. δ΄, ἐν ᾧ φησιν, ὅτι οὐδεὶς οὐδὲ χρηματικὴν δίκην κινεῖν οὐδὲ ἔγκλημα γυμνάζειν κατά τινος ἀναγκάζεται μὴ βουλόμενος.
11
pr.Ἀνάγν. καὶ βι. ιε τί. δ ' κεφ. ιθ΄, ἐν ᾧ φησιν· Τὸ εἰρημένον ὅτι πᾶς ᾧτινι διαφέρει κινεῖ τὴν καταστατικὴν᾿ ἀγωγὴν, οὐ πρὸς τὰ ῥήματα τοῦ νόμου δεῖ νοεῖν, ἀλλὰ τὴν ἔννοιαν. οὔτε γὰρ ἐκ τούτου δύναταί με ὁ ἀντίδικός μου ἀναγκάζειν προφέρειν τὰ ὠφελοῦντα αὐτὸν δικαιώματά μου, οὔτε παιδευτὴς τὰ βιβλία μου, ἐφ᾽ ᾧ διὰ τῆς ἀναγνώσεως αὐτῶν ὠφεληθῆναι.
12
pr.Καὶ κεφ. κδ΄, ἐν ᾧ φησι· Τῆς παραστατικῆς ἀγωγῆς περὶ συμβολαίων κινουμένης χώρα τῷ ἐνδίκῳ ὅρκῳ.
13
pr.Καὶ κατὰ τοῦ νεμομένου κινεῖται, καὶ κατὰ τοῦ δόλῳ παυσαμένου τῆς νομῆς. περὶ τούτου δὲ τοῦ τίτλου εὑρήσεις καὶ ἐν τῷ περὶ παραστάσεως πλατύτερον.
14
pr.Ἀνάγν. καὶ βι. κβ΄ τί. α΄ κεφ. οζ, ἐν ᾧ φησιν· Ἐάν τις ἀπαιτούμενος ἐν δικαστηρίῳ παραγαγεῖν δικαίωμα οὐ καθ᾽ ἑαυτοῦ, ἀλλὰ καθ᾽ ἑτέρου τινὸς, συμβαλλόμενον δὲ ἑτέρῳ τινὶ, παραιτεῖται τοῦτο προαγαγεῖν ὡς ἐκ τούτου βλάβην εὐλαβούμενος· ὁ δὲ ἀπαιτῶν τὸν χάρτην προενεχθῆναι λέγει μηδὲν αὐτὸν ἀδικεῖσθαι, ἀλλ᾽ ἢ χρήματα εἰληφέναι παρὰ τῶν μελλόντων ἐλέγχεσθαι ὑπὸ τοῦ προφερομένου δικαιώματος ἢ ἑτέραν τινὰ προβάλλεσθαι πρόφασιν, ἑαυτὸν δὲ μεγάλα βλάπτεσθαι μὴ προφερομένου τοῦ δικαιώματος· βούλεται μὲν ἡ διάταξις τὸν ἔχοντα τὸ δικαίωμα προφέρειν αὐτὸ, εἰ μηδὲν ἐκ τῆς προκομιδῆς αὐτοῦ μέλλει καταβλάπτεσθαι. εἰ δὲ τῇ ἀληθείᾳ βλάβην αὐτῷ ποιεῖ προφερόμενον τὸ δικαίωμα, μὴ ἀναγκάζεσθαι αὐτὸν προκομίζειν αὐτό· ἐπειδὴ συμφέρει αὐτῷ μᾶλλον κρύπτειν ἢ δημοσιεύειν αὐτό. εἰ δὲ ὁ τοῦ συμβολαίου δεόμενος διαβεβαιοῦται μηδὲν αὐτὸν ἀδικεῖσθαι, ὅρκον διδότω μόνον, ὡς νομίζων βλάβην περὶ τὴν οἰκείαν ὑπόστασιν ὑπομένειν ἐκ τῆς τοῦ συμβολαίου προκομιδῆς, διὰ τοῦτο παραιτεῖται προκομίσαι. ἵνα δὲ μὴ αὐτὸ τοῦτο τὸ μὴ κερδάναι τὰ ἐπαγγελθέντα αὐτῷ πρὸς τὸ μὴ κομίσαι τὸν χάρτην βλάβην οἰκείαν νομίζῃ, περιεργότερον παρεχέτω τὸν ὅρκον, λέγων ὅτι οὐ διὰ τὸ λαβεῖν χρήματα ἢ ἕτερόν τι διὰ τὸ μὴ προκομίσαι τὸν χάρτην ἢ διὰ τὸ ἔχειν ἐπαγγελίαν δόσεως, οὔτε διὰ φόβον ἐκείνου καθ᾽ οὗ ζητεῖται τὸ δικαίωμα, οὔτε διὰ τὴν φιλίαν αὐτοῦ παραιτεῖται τὴν τοῦ χάρτου προκομιδὴν, ἀλλ᾽ ὡς ἐξ ὀρθοῦ περὶ τὴν ἰδίαν οὐσίαν μεγάλα βλαπτόμενος. ὥσπερ γὰρ ὁ νομιζόμενος εἰδέναι τὸ ἀληθὲς περί τινος ὑποθέσεως ἀναγκάζεται καὶ ἄκων πρὸς μαρτυρίαν, [καὶ οὐδὲ εἰ ἐπαγγελίαν ἔχει χρήματος ὑπὲρ τοῦ μὴ μαρτυρῆσαι, οὐδὲ εἰ κατὰ φίλων ἔρχεται μαρτυρῆσαι, παραιτεῖται μαρτυρίαν,] οὕτως οὐδὲ ὁ συμβόλαιον ἀπαιτούμενος προενεγκεῖν οὔτε διὰ τὸ εἰληφέναι τὶ ἢ ἐλπίζειν λαμβάνειν οὔτε διὰ φιλίαν τοῦ μέλλοντος ἐκ τοῦ συμβολαίου βλάπτεσθαι δύναται τὴν προκομιδὴν αὐτοῦ παραιτεῖσθαι. ἀλλ᾽ εἰ μέν τις ἐπομόσεται μὴ ἔχειν τὸ ζητούμενον δικαίωμα, μηδὲ ὅλως ἀναγκάζεσθαι προφέρειν ὅπερ μὴ ἔχει. εἰ δὲ οὐκ ἀνέχεται τὸν τοιοῦτον ὅρκον ὑποσχεῖν, πάντως ἀναγκάζεσθαι προφέρειν τὸ ἐπιζητούμενον δικαίωμα. εἰ δὲ ἑαυτὸν ἀποκρύψει ὡς μήτε ὀμόσαι μήτε προσαγαγεῖν τὸ δικαίωμα βουλόμενος, πᾶσαν τὴν ἐκ τούτου συμβησομένην ζημίαν τῷ δεομένῳ τοῦ δικαιώματος οἴκοθεν καταβαλλέτω· τῶν αὐτῶν κρατούντων καὶ εἰς τὰ ἀργυροπρατικὰ βρέβια, ἢ τὰ παρ᾽ ἑτέρων συνταττόμενα, ἅπερ τὶς ἐπιζητεῖ προκομισθῆναι οὐ κατὰ τῶν τὰς πυκτὰς ταύτας συντεθεικότων, ἀλλὰ καθ᾽ ἑτέρων τινῶν. ἐκεῖνοι δὲ ἀναγκαζέσθωσαν προφέρειν πυκτὰς ἢ δικαιώματα, οἱ καὶ μαρτυρεῖν κατά τινος ἀναγκαζόμενοι. καθ᾽ ὧν γὰρ προσώπων ἄκων τὶς οὐ μαρτυρεῖ, κατὰ τούτων οὔτε προκομίζειν πυκτὰς ἢ δικαιώματα ἢ ἕτερόν τι τοιοῦτον ἀναγκάζεται. πρόδηλοι δέ εἰσιν ἐκ τῶν νόμων οἱ μὴ ἀναγκαζόμενοι [κατά τινων] μαρτυρεῖν ἄκοντες, καὶ ἐκεῖνοι καθ᾽ ὧν [οὐκ] ἀναγκάζονταί τινες μαρτυρεῖν. οὐδενὶ δὲ ἔξεστιν ἄλλως ἀναγκάζειν προφέρεσθαι δικαιώματα, εἰ μὴ ἐν αὐτῷ τῷ δικαστηρίῳ, παρ᾽ ᾧ κινεῖται ἡ ὑπόθεσις, καὶ τότε δὲ ἀναλώμασι τοῦ ζητοῦντος γενέσθαι τὴν προκομιδὴν τῆς πυκτῆς [ἢ] τῶν δικαιωμάτων. χρὴ δὲ γίνεσθαι τὴν ἐμφάνειαν αὐτῶν πρὸς ἅπαξ μόνον. εἰ δὲ ἅπαξ προκομισθέντος τοῦ συμβολαίου ἐπιζητεῖ καὶ δεύτερον γενέσθαι τὴν προκομιδὴν αὐτοῦ ὁ τούτου δεόμενος, εἰ εὔλογον φανείη τῷ δικαστῇ τὸ καὶ δεύτερον προσενεχθῆναι τὸν χάρτην, ὁ δὲ προκομίσας αὐτὸν ἤδη παραιτεῖται ἀπαρνούμενος τὴν δευτέραν προκομιδὴν, λέγων ἀπολωλεκέναι τὸν χάρτην ἢ ἄλλως πως μὴ ἔχειν εὐχέρειαν τῆς τούτου προκομιδῆς, ὅρκῳ μόνῳ τοῦτο αὐτὸ πιστοίσθω, καὶ μηκέτι ἀναγκαζέσθω προφέρειν αὐτόν. τούτων κρατούντων οὐ μόνον ἐν τῇ βασιλίδι πόλει, ἀλλὰ καὶ ἐν πάσῃ τῇ πολιτείᾳ.
15
pr.Ἀνάγν. καὶ βι. κγ ' τί. α΄ κεφ. λέ, ἐν ᾧ φησιν· Απαιτείσθω τοὺς οἰκείους λόγους προφέρειν ὁ δανειστὴς εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν.
16
pr.Ἀνάγν. καὶ βι. νς ' τί. β΄ κεφ. β΄, ἐν ᾧ φησι· Ὁ ἔχων δικαιώματα συμβαλλόμενα τῷ δημοσίῳ καὶ δυνάμενος προκομίσαι εἰ μὴ προκομίσει, βλάπτεται περὶ αὐτὴν μόνην τὴν ὑπόθεσιν εἰς ἣν ἐπιζητοῦνται, ἐὰν τὸ ἀληθὲς ἑτέρωθεν οὐ δύναται γνωσθῆναι. δοκεῖ γὰρ αὐτὰ κλέπτειν, ἅτινα προφερόμενα βλάπτειν αὐτὸν ἔμελλε. τότε δὲ δικαιώματά τις καθ᾽ ἑαυτοῦ προκομίζειν ἀναγκάζεται, ὅτε χρηματικὸν καὶ μὴ ἐγκληματικόν ἐστι τὸ κινούμενον.