JGR V 16.18
Περὶ ποινῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ ' τί. να΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τοῦ κρινομένου τὴν αἵρεσιν δεῖ σκοπεῖν, οὐχ οἷαν ἔχει ἐν τῷ καιρῷ τῆς ἀποφάσεως, ἀλλ᾽ οἵαν εἶχεν ἁμαρτάνων. Ὅθεν ἐάν τις δοῦλος ἁμάρτῃ καὶ ἐλευθερωθεὶς καταδικασθῇ, ὡς δοῦλος τιμωρεῖται, καὶ ἐκ τοῦ ἐναντίου.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Οἱ δημόσιον ἢ ἰδιωτικὸν ἔγκλημα ἐξτραορδινὲμ διαγινώσκοντες τὸν μὴ δυνάμενον δοῦναι χρηματικὴν ποινὴν ἐξτραορδινὲμ κολάζουσι. Κεφαλικὴ καταδίκη ἐστὶν ἢ θάνατον ἢ ὑπεύθυνον ποινῆς ἢ πολιτείας ἔκπτωσιν ἐπάγουσα.
3
pr.Ἐν δὲ τῷ γ ' κεφ. Ἔγκυος πρὶν ἢ τέκῃ οὐ τιμωρεῖται, οὐδὲ βασανίζεται.
4
pr.Ἐν δὲ τῷ ἑ κεφ. Ἐν πᾶσι τοῖς ἐγκλήμασι δεῖ ζητεῖν, εἰ ἐκ προνοίας τὶς ἢ κατὰ τύχην ἥμαρτε, καὶ οὕτως ἢ πρὸς τὸν νόμον ἢ πρᾳοτέραν ἐπιφέρειν τιμωρίαν.
5
pr.Ἐν δὲ τῷ ς ' κεφ. Τῶν ποινῶν αἱ μὲν θάνατον ἐπάγου σιν, αἱ δὲ δουλείαν, αἱ δὲ πολιτείας ἔκπτωσιν, αἱ δὲ ἐξορίαν, αἱ δὲ σωφρονισμὸν εἰς σῶμα (τουτέστι πληγὰς ἢ δεσμὰ), ἢ ζημίαν σὺν ἀτιμίᾳ, ἢ στέρησιν ἀξίας, ἤ τινος πράγματος κώλυσιν. Μόνῳ δὲ ξίφει καὶ οὐχ ἑτέρῳ ὀργάνῳ ἢ φαρμάκῳ δεῖ φονεύειν.
6
pr.Ἐν δὲ τῷ κε΄ κεφ. Εσχάτη τιμωρία ἐστὶ τὸ φουρκισθῆναι ἢ καυθῆναι ἢ ἀποκεφαλισθῆναι καὶ τὸ μεταλλισθῆναι καὶ περιορισθῆναι. ταῦτα γὰρ πλησιάζει καὶ μιμεῖται θάνατον. Τὸ δὲ προσκαίρως ἢ διηνεκῶς ἐξορισθῆναι ἢ ἄλλως ὑποστῆναι ποινὴν ἢ εἰς δημόσιον ἔργον δοθῆναι ἢ ῥοπαλισθῆναι ' οὐκ ἐστι κεφαλικόν.
7
pr.Ἐν δὲ τῷ κς ' κεφ. Μόνοι οἱ εὐτελεῖς ἐλεύθεροι ῥοπαλίζονται.
8
pr.Ἐν δὲ τῷ λζ ' κεφ. Διὰ τῆς ἑρμηνείας τῶν νόμων πραΰνεσθαι δεῖ τὰς τιμωρίας, οὐ μὴν τραχύνεσθαι.
9
pr.Ἐν δὲ τῷ μδ΄ κεφ. Οὐδέποτε συγχωρεῖται διὰ τὴν ἡλικίαν ἡ τιμωρία τοῦ ἁμαρτήματος· μόνον ἐάν ἐστι πλησιάζων τῇ ἥβῃ τὶς, ὅτε καὶ αἰσθάνεται τῶν παρ᾿ αὐτοῦ ἁμαρτανομένων.
10
pr.Ἐν δὲ τῷ νγ΄ κεφ. Ἡνίκα ὁ κατηγορούμενος ἐπὶ φόνῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ ἐγκλήματι δι᾽ ἐναργῶν ἀποδείξεων ἐλεγχθῇ, μὴ ὑπερτιθέσθω ὁ ἄρχων τὴν κατ᾿ αὐτοῦ τιμωρίαν. εἰ δὲ καὶ ἐν τῷ μεταξὺ ἐδεήθη, ἄχρηστός ἐστιν ἡ δέησις αὐτοῦ.
11
pr.Ἐν δὲ τῷ νέ κεφ. Θεσπίζομεν ἐκεῖσε εἶναι τὴν τιμωρίαν, ὅπου καὶ τὸ ἁμάρτημά ἐστι. τοὺς δὲ συγγενεῖς, τοὺς ἐγνωσμένους, τοὺς οἰκειακοὺς μακρὰν ἀπὸ τῆς συκοφαντίας ἐκβάλλομεν, οὕστινας ὑπευθύνους ἡ τοῦ μύσους κοινωνία μὴ ποιεῖ· οὐδὲ γὰρ ἡ συγγένεια ἢ ἡ φιλία ἄδικον ἔγκλημα προσδέχονται. τὰ οὖν ἁμαρτήματα τοὺς ἰδίους κατεχέτω αὐθέντας, καὶ μηδὲ περαιτέρω προέλθῃ φόβος, εἴπερ εὑρίσκεται τὸ ἁμάρτημα. τοῦτο ἑκάστοις δικασταῖς ἐμβασανιζέσθω.
12
pr.Ἀνάγν. καὶ βι. ς΄ τί. ιθ΄ κεφ. ια.