JGR V 16.19
Περὶ πόλεων καὶ προνομίων αὐτῶν, καὶ τῶν ἀπό τινος πολιτικῆς διοικήσεως ἢ φάκτου εὐθυνομένων αὐτοῖς.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νδ΄ τί. ί, οὗτινος ἐν τῷ β΄ κεφ. θέμ. ζ΄ φησί· Τὰ τῶν πόλεων δίκαια διὰ συμφώνων οὐκ ἐναλλάσσεται. ὅθεν ἐάν τις συμφωνήσῃ ἀπολογεῖσθμι ὑπὲρ τοῦ κοντουβερναρίου αὐτοῦ, ἐν οἷς αὐτὸν ὁ νόμος ὑποβάλλει, οὐκ ἔῤῥωται. ἐφ᾽ οἷς δὲ καταβάλλει ὑπὲρ τοῦ κοντουβερναρίου αὐτοῦ, ἔχει ἀγωγὴν κατ᾿ αὐτοῦ καὶ τῶν αὐτοῦ κληρονόμων.
2
pr.Ἀνάγν. καὶ τί. ια΄΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐὰν πρὸς χάριν οἱ τῆς πόλεως κτήτορες ψηφίσωνται χρεώστην ἐλευθερωθῆναι ἢ φιλοτιμίαν δοθῆναι ἀπὸ τῆς πόλεως, τυχὸν ἢ ἀγρὸν ἢ οἶκον ἢ ποσὸν ἢ σιτηρέσιον δοθῆναι ἰατροῖς ἢ παιδευταῖς (εἰς τὰς δύο γὰρ ταύτας αἰτίας ἐφεῖται τοῖς κτήτορσι ψηφίζεσθαι σιτηρέσιον), οὐκ ἰσχύει τὸ γεγονός.
3
pr.Ἀνάγν. καὶ τί. ιβ΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ὁ ἄρχων μὴ συγχωρείτω δημοσίους ὅρους ἢ τοὺς πολιτικοὺς ὑπὸ ἰδιωτῶν κατέχεσθαι, ἀλλ᾽ ἢ διεκδικείτω τούτους, ἢ τέλος αὐτοῖς ἐπιτιθέτω πρὸς τὸ συμφέρον τῇ πόλει.
4
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Περὶ τῶν γινομένων ἔργων ἐν τοῖς τείχεσιν ἢ ταῖς πόρταις ἢ τῷ δημοσίῳ, καὶ περὶ τῆς τῶν τειχῶν ἀνανεώσεως ἐρωτᾶσθαι δεῖ τὸν βασιλέα παρὰ τοῦ ἄρχοντος.
5
pr.Ἀνάγν. καὶ τί. κγ΄, ἐν ᾧ φησιν· Ἡ κωνσταντινούπολις μὴ μόνον τοῖς τῆς ἰταλίας, ἀλλὰ καὶ αὐτῆς τῆς ῥώμης τοῖς προνομίοις κεχρήσθω.
6
pr.Ἀνάγν. καὶ τί. κή΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἡ πόλις ὡς ἄνηβος ἐξτραορδινὲμ δύναται βοηθεῖσθαι.
7
pr.Ἀνάγν. καὶ τί. κθ ' καὶ λ ' καὶ λα΄ καὶ λβ ' καὶ λγ ' καὶ λε ' καὶ λς΄. καὶ βι.νέ τί. ιγ΄ κεφ. β΄, ἐν ᾧ φησι· Θεσπίζομεν ὥστε τῇ νικαέων πόλει ἀποδοθῆναι τὴν πρόσοδον τὴν κατὰ ἀπάμειαν, τὴν εἰς ἑτέρας χρείας ἀφορισθεῖσαν ὑπὸ μαρκιανοῦ· καὶ εἴ τι δὲ ἄλλο ταῖς πόλεσι πρόκριμα γέγονεν ἐκ τῆς μαρκιανοῦ διατυπώσεως, καὶ τοῦτο ἀνίσχυρον ἔστω. ὁ δὲ παραβαίνων βαρέως τιμωρείσθω.
8
pr.Ἀνάγν. καὶ βι. νς ' τί. γ΄ κεφ. α΄ καὶ ς ' καὶ ζ ' καὶ ἡ΄.